κτενεῖ μ’ ἐπ’ αἰσχίστοισιν· ἢ δουλεύσομεννόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ.πῶς οὖν τάδ’, ὡς εἴποι τις, ἐξημάρτανες;κακῶν γυναικῶν εἴσοδοί μ’ ἀπώλεσαν,αἵ μοι λέγουσαι τούσδ’ ἐχαύνωσαν λόγους·Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοιςδούλην ἀνέξῃ σοὶ λέχους κοινουμένην;μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γ’ ἐμοῖς δόμοιςβλέπουσ’ ἂν αὐγὰς τἄμ’ ἐκαρποῦτ’ ἂν λέχη.κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους,σοφῶν πανούργων ποικίλων λαλημάτων,ἐξηνεμώθην μωρίᾳ. τί γάρ μ’ ἐχρῆνπόσιν φυλάσσειν, ᾗ παρῆν ὅσων ἔδει;πολὺς μὲν ὄλβος· δωμάτων δ’ ἠνάσσομεν·παῖδας δ’ ἐγὼ μὲν γνησίους ἔτικτον ἄν,ἡ δ’ ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς.ἀλλ’ οὔποτ’ οὔποτ’—οὐ γὰρ εἰσάπαξ ἐρῶ—χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή,πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶνγυναῖκας· αὗται γὰρ διδάσκαλοι κακῶν·ἣ μέν τι κερδαίνουσα συμφθείρει λέχος,ἣ δ’ ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει,πολλαὶ δὲ μαργότητι κἀντεῦθεν δόμοινοσοῦσιν ἀνδρῶν. πρὸς τάδ’ εὖ φυλάσσετεκλῄθροισι καὶ μοχλοῖσι δωμάτων πύλας·ὑγιὲς γὰρ οὐδὲν αἱ θύραθεν εἴσοδοιδρῶσιν γυναικῶν, ἀλλὰ πολλὰ καὶ κακά.ἄγαν ἐφῆκας γλῶσσαν εἰς τὸ σύμφυτον.συγγνωστὰ μέν νυν σοὶ τάδ’, ἀλλ’ ὅμως χρεὼνκοσμεῖν γυναῖκας τὰς γυναικείας νόσους.σοφόν τι χρῆμα τοῦ διδάξαντος βροτοὺςλόγους ἀκούειν τῶν ἐναντίων πάρα.ἐγὼ γὰρ εἰδὼς τῶνδε σύγχυσιν δόμωνἔριν τε τὴν σὴν καὶ γυναικὸς Ἕκτορος,φυλακὰς ἔχων ἔμιμνον, εἴτ’ αὐτοῦ μενεῖςεἴτ’ ἐκφοβηθεῖσ’ αἰχμαλωτίδος φόνῳγυναικὸς οἴκων τῶνδ’ ἀπηλλάχθαι θέλεις.ἦλθον δὲ σὰς μὲν οὐ σέβων ἐπιστολάς,εἰ δ’ ἐνδιδοίης, ὥσπερ ἐνδίδως, λόγον,πέμψων σ’ ἀπ’ οἴκων τῶνδ’. ἐμὴ γὰρ οὖσα πρὶν