γυναικός, εἰ ζῇ κεὐτυχοῦσα τυγχάνειἡ Σπαρτιᾶτις Ἑρμιόνη· τηλουρὰ γὰρναίουσ’ ἀφ’ ἡμῶν πεδί’ ὅμως ἐστὶν φίλη.ὦ ναυτίλοισι χείματος λιμὴν φανεὶςἈγαμέμνονος παῖ, πρός σε τῶνδε γουνάτων,οἴκτιρον ἡμᾶς ὧν ἐπισκοπεῖς τύχας,πράσσοντας οὐκ εὖ. στεμμάτων δ’ οὐχ ἥσσοναςσοῖς προστίθημι γόνασιν ὠλένας ἐμάς.ἔα·τί χρῆμα; μῶν ἐσφάλμεθ’ ἢ σαφῶς ὁρῶδόμων ἄνασσαν τήνδε Μενέλεω κόρην;ἥνπερ μόνην γε Τυνδαρὶς τίκτει γυνὴἙλένη κατ’ οἴκους πατρί· μηδὲν ἀγνόει.ὦ Φοῖβ’ ἀκέστορ, πημάτων δοίης λύσιν.τί χρῆμα; πρὸς θεῶν ἢ βροτῶν πάσχεις κακά;τὰ μὲν πρὸς ἡμῶν, τὰ δὲ πρὸς ἀνδρὸς ὅς μ’ ἔχει,τὰ δ’ ἐκ θεῶν του· πανταχῇ δ’ ὀλώλαμεν.τίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πωπαίδων γυναικὶ συμφορὰ πλὴν εἰς λέχος;τοῦτ’ αὐτὸ καὶ νοσοῦμεν· εὖ μ’ ὑπηγάγου.ἄλλην τιν’ εὐνὴν ἀντὶ σοῦ στέργει πόσις;τὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν.κακόν γ’ ἔλεξας, ἄνδρα δίσσ’ ἔχειν λέχη.τοιαῦτα ταῦτα. κᾆτ’ ἔγωγ’ ἠμυνάμην.μῶν εἰς γυναῖκ’ ἔρραψας οἷα δὴ γυνή;φόνον γ’ ἐκείνῃ καὶ τέκνῳ νοθαγενεῖ.κἄκτεινας, ἤ τις συμφορά σ’ ἀφείλετο;γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων.σοὶ δ’ ἦν τις ὅστις τοῦδ’ ἐκοινώνει φόνου;πατήρ γ’ ἐπ’ αὐτὸ τοῦτ’ ἀπὸ Σπάρτης μολών.κἄπειτα τοῦ γέροντος ἡσσήθη χερί;αἰδοῖ γε· καί μ’ ἔρημον οἴχεται λιπών.συνῆκα· ταρβεῖς τοῖς δεδραμένοις πόσιν.ἔγνως· ὀλεῖ γάρ μ’ ἐνδίκως. τί δεῖ λέγειν;ἀλλ’ ἄντομαί σε Δία καλοῦσ’ ὁμόγνιον,πέμψον με χώρας τῆσδ’ ὅποι προσωτάτωἢ πρὸς πατρῷον μέλαθρον· ὡς δοκοῦσί γεδόμοι τ’ ἐλαύνειν φθέγμ’ ἔχοντες οἵδε με,μισεῖ τε γαῖα Φθιάς. εἰ δ’ ἥξει πάροςΦοίβου λιπὼν μαντεῖον εἰς δόμους πόσις,