οἴμοι πότμου.ποῦ μοι πυρὸς φίλα φλόξ;ποῦ δ’ εἰς πέτρας ἀερθῶ,ἢ κατὰ πόντον ἢ καθ’ ὕλαν ὀρέων,ἵνα θανοῦσα νερτέροισιν μέλω;τί ταῦτα μοχθεῖς; συμφοραὶ θεήλατοιπᾶσιν βροτοῖσιν ἢ τότ’ ἦλθον ἢ τότε.ἔλιπες ἔλιπες, ὦ πάτερ, ἐπακτίανὡσεὶ μονάδ’ ἔρημον οὖσαν ἐνάλου κώπας.—ὀλεῖ ὀλεῖ με· τᾷδ’ οὐκέτ’ ἐνοικήσωνυμφιδίῳ στέγᾳ.τίνος ἀγαλμάτων ἱκέτις ὁρμαθῶ;ἢ δούλα δούλας γόνασι προσπέσω;Φθιάδος ἐκ γᾶςκυανόπτερος ὄρνις εἴθ’ εἴην,ἢ πευκᾶενσκάφος, ἃ διὰ Κυανέας ἐπέρασεν ἀκτὰςπρωτόπλοος πλάτα.ὦ παῖ, τὸ λίαν οὔτ’ ἐκεῖν’ ἐπῄνεσα,ὅτ’ εἰς γυναῖκα Τρῳάδ’ ἐξημάρτανες,οὔτ’ αὖ τὸ νῦν σου δεῖμ’ ὃ δειμαίνεις ἄγαν.οὐχ ὧδε κῆδος σὸν διώσεται πόσιςφαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις.οὐ γάρ τί σ’ αἰχμάλωτον ἐκ Τροίας ἔχει,ἀλλ’ ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼνἕδνοισι, πόλεώς τ’ οὐ μέσως εὐδαίμονος.πατὴρ δέ σ’ οὐχ ὧδ’ ὡς σὺ δειμαίνεις, τέκνον,προδοὺς ἐάσει δωμάτων τῶνδ’ ἐκπεσεῖν.ἀλλ’ εἴσιθ’ εἴσω μηδὲ φαντάζου δόμωνπάροιθε τῶνδε, μή τιν’ αἰσχύνην λάβῃς,πρόσθεν μελάθρων τῶνδ’ ὁρωμένη, τέκνον.καὶ μὴν ὅδ’ ἀλλόχρως τις ἔκδημος ξένοςσπουδῇ πρὸς ἡμᾶς βημάτων πορεύεται.ξέναι γυναῖκες, ἦ τάδ’ ἔστ’ Ἀχιλλέωςπαιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι;ἔγνως· ἀτὰρ δὴ τίς σὺ πυνθάνῃ τάδε;Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τόκος,ὄνομα δ’ Ὀρέστης· ἔρχομαι δὲ πρὸς Διὸςμαντεῖα Δωδωναῖ’. ἐπεὶ δ’ ἀφικόμηνΦθίαν, δοκεῖ μοι ξυγγενοῦς μαθεῖν πέρι