πόσιν τρέμουσα, μὴ ἀντὶ τῶν δεδραμένωνἐκ τῶνδ’ ἀτίμως δωμάτων ἀποσταλῇ,ἢ κατθάνῃ κτείνουσα τοὺς οὐ χρὴ κτανεῖν.μόλις δέ νιν θέλουσαν ἀρτῆσαι δέρηνεἴργουσι φύλακες δμῶες ἔκ τε δεξιᾶςξίφη καθαρπάζουσιν ἐξαιρούμενοι.οὕτω μεταλγεῖ καὶ τὰ πρὶν δεδραμέναἔγνωκε πράξασ’ οὐ καλῶς. ἐγὼ μὲν οὖνδέσποιναν εἴργουσ’ ἀγχόνης κάμνω, φίλαι·ὑμεῖς δὲ βᾶσαι τῶνδε δωμάτων ἔσωθανάτου νιν ἐκλύσασθε· τῶν γὰρ ἠθάδωνφίλων νέοι μολόντες εὐπιθέστεροι.καὶ μὴν ἐν οἴκοις προσπόλων ἀκούομενβοὴν ἐφ’ οἷσιν ἦλθες ἀγγέλλουσα σύ.δείξειν δ’ ἔοικεν ἡ τάλαιν’ ὅσον στένειπράξασα δεινά· δωμάτων γὰρ ἐκπερᾷφεύγουσα χεῖρας προσπόλων πόθῳ θανεῖν.ἰώ μοί μοι·σπάραγμα κόμας ὀνύχων τε δάι’ ἀ-μύγματα θήσομαι.ὦ παῖ, τί δράσεις; σῶμα σὸν καταικιῇ;αἰαῖ αἰαῖ·ἔρρ’ αἰθέριον πλοκάμων ἐμῶν ἄπο,λεπτόμιτον φάρος.τέκνον, κάλυπτε στέρνα, σύνδησαι πέπλους.τί δέ με δεῖ στέρνακαλύπτειν πέπλοις; δῆλα καὶἀμφιφανῆ καὶ ἄκρυπτα δε-δράκαμεν πόσιν.ἀλγεῖς, φόνον ῥάψασα συγγάμῳ σέθεν;κατὰ μὲν οὖν στένωδαΐας τόλμας, ἂν ἔρεξ’·ὦ κατάρατος ἐγὼ κατά-ρατος ἀνθρώποις.συγγνώσεταί σοι τήνδ’ ἁμαρτίαν πόσις.τί μοι ξίφοςἐκ χερὸς ἠγρεύσω;ἀπόδος, ὦ φίλα, ’πόδος, ἵν’ ἀνταίανἐρείσω πλαγάν· τί με βρόχων εἴργεις;ἀλλ’ εἴ σ’ ἀφείην μὴ φρονοῦσαν, ὡς θάνῃς;