καὶ μὴν ἔπεμψ’ ἐπ’ αὐτὸν οὐχ ἅπαξ μόνον.μῶν οὖν δοκεῖς σου φροντίσαι τιν’ ἀγγέλων;πόθεν; θέλεις οὖν ἄγγελος σύ μοι μολεῖν;τί δῆτα φήσω χρόνιος οὖσ’ ἐκ δωμάτων;πολλὰς ἂν εὕροις μηχανάς· γυνὴ γὰρ εἶ.κίνδυνος· Ἑρμιόνη γὰρ οὐ σμικρὸν φύλαξ.ὁρᾷς; ἀπαυδᾷς ἐν κακοῖς φίλοισι σοῖς.οὐ δῆτα· μηδὲν τοῦτ’ ὀνειδίσῃς ἐμοί.ἀλλ’ εἶμ’, ἐπεί τοι κοὐ περίβλεπτος βίοςδούλης γυναικός, ἤν τι καὶ πάθω κακόν.χώρει νυν· ἡμεῖς δ’, οἷσπερ ἐγκείμεσθ’ ἀεὶθρήνοισι καὶ γόοισι καὶ δακρύμασι,πρὸς αἰθέρ’ ἐκτενοῦμεν· ἐμπέφυκε γὰργυναιξὶ τέρψις τῶν παρεστώτων κακῶνἀνὰ στόμ’ ἀεὶ καὶ διὰ γλώσσης ἔχειν.πάρεστι δ’ οὐχ ἓν ἀλλὰ πολλά μοι στένειν,πόλιν πατρῴαν τὸν θανόντα θ’ Ἕκτοραστερρόν τε τὸν ἐμὸν δαίμον’ ᾧ συνεζύγηνδούλειον ἦμαρ εἰσπεσοῦσ’ ἀναξίως.χρὴ δ’ οὔποτ’ εἰπεῖν οὐδέν’ ὄλβιον βροτῶν,πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδῃςὅπως περάσας ἡμέραν ἥξει κάτω.Ἰλίῳ αἰπεινᾷ Πάρις οὐ γάμον ἀλλά τιν’ ἄτανἠγάγετ’ εὐναίαν εἰς θαλάμους Ἑλέναν.ἇς ἕνεκ’, ὦ Τροία, δορὶ καὶ πυρὶ δηιάλωτονεἷλέ σ’ ὁ χιλιόναυς Ἑλλάδος ὠκὺς Ἄρηςκαὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχηεἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος·αὐτὰ δ’ ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας,δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάρᾳ.πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκ’ ἔλειπονἄστυ τε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις.ὤμοι ἐγὼ μελέα, τί μ’ ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαιἙρμιόνας δούλαν; ἇς ὕπο τειρομέναπρὸς τόδ’ ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσατάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς.ὦ γύναι, ἃ Θέτιδος δάπεδον καὶ ἀνάκτορα θάσσειςδαρὸν οὐδὲ λείπεις,Φθιὰς ὅμως ἔμολον ποτὶ σὰν Ἀσιήτιδα γένναν,εἴ τί σοι δυναίμαν