καὶ νῦν κατ’ οἴκους ἔστ’, ἀπὸ Σπάρτης μολὼνἐπ’ αὐτὸ τοῦτο· δειματουμένη δ’ ἐγὼδόμων πάροικον Θέτιδος εἰς ἀνάκτορονθάσσω τόδ’ ἐλθοῦσ’, ἤν με κωλύσῃ θανεῖν.Πηλεύς τε γάρ νιν ἔκγονοί τε Πηλέωςσέβουσιν, ἑρμήνευμα Νηρῇδος γάμων.ὃς δ’ ἔστι παῖς μοι μόνος, ὑπεκπέμπω λάθρᾳἄλλους ἐς οἴκους, μὴ θάνῃ φοβουμένη.ὁ γὰρ φυτεύσας αὐτὸν οὔτ’ ἐμοὶ πάραπροσωφελῆσαι, παιδί τ’ οὐδέν ἐστ’, ἀπὼνΔελφῶν κατ’ αἶαν, ἔνθα Λοξίᾳ δίκηνδίδωσι μανίας, ᾗ ποτ’ εἰς Πυθὼ μολὼνᾔτησε Φοῖβον πατρὸς οὗ κτείνει δίκην,εἴ πως τὰ πρόσθε σφάλματ’ ἐξαιτούμενοςθεὸν παράσχοιτ’ εἰς τὸ λοιπὸν εὐμενῆ.δέσποιν’—ἐγώ τοι τοὔνομ’ οὐ φεύγω τόδεκαλεῖν σ’, ἐπείπερ καὶ κατ’ οἶκον ἠξίουντὸν σόν, τὸ Τροίας ἡνίκ’ ᾠκοῦμεν πέδον,εὔνους δὲ καὶ σοὶ ζῶντί τ’ ἦ τῷ σῷ πόσει,καὶ νῦν φέρουσά σοι νέους ἥκω λόγους,φόβῳ μέν, εἴ τις δεσποτῶν αἰσθήσεται,οἴκτῳ δὲ τῷ σῷ· δεινὰ γὰρ βουλεύεταιΜενέλαος εἰς σὲ παῖς θ’, ἅ σοι φυλακτέα.ὦ φιλτάτη σύνδουλε—σύνδουλος γὰρ εἶτῇ πρόσθ’ ἀνάσσῃ τῇδε, νῦν δὲ δυστυχεῖ—τί δρῶσι; ποίας μηχανὰς πλέκουσιν αὖ,κτεῖναι θέλοντες τὴν παναθλίαν ἐμέ;τὸν παῖδά σου μέλλουσιν, ὦ δύστηνε σύ,κτείνειν, ὃν ἔξω δωμάτων ὑπεξέθου.οἴμοι· πέπυσται τὸν ἐμὸν ἔκθετον γόνον;πόθεν ποτ’; ὦ δύστηνος, ὡς ἀπωλόμην.οὐκ οἶδ’, ἐκείνων δ’ ᾐσθόμην ἐγὼ τάδε·φροῦδος δ’ ἐπ’ αὐτὸν Μενέλεως δόμων ἄπο.ἀπωλόμην ἄρ’. ὦ τέκνον, κτενοῦσί σεδισσοὶ λαβόντες γῦπες· ὁ δὲ κεκλημένοςπατὴρ ἔτ’ ἐν Δελφοῖσι τυγχάνει μένων.δοκῶ γὰρ οὐκ ἂν ὧδέ σ’ ἂν πράσσειν κακῶςκείνου παρόντος· νῦν δ’ ἔρημος εἶ φίλων.οὐδ’ ἀμφὶ Πηλέως ἦλθεν, ὡς ἥξοι, φάτις;γέρων ἐκεῖνος ὥστε σ’ ὠφελεῖν παρών.