ἄκος τῶν δυσλύτων πόνων τεμεῖν,οἳ σὲ καὶ Ἑρμιόναν ἔριδι στυγερᾷ συνέκλῃσαν,τλάμον’ ἀμφὶ λέκτρωνδιδύμων ἐπίκοινον ἐοῦσανἀμφὶ παῖδ’ Ἀχιλλέως.γνῶθι τύχαν, λόγισαι τὸ παρὸν κακὸν εἰς ὅπερ ἥκεις.δεσπόταις ἁμιλλᾷἸλιὰς οὖσα κόρα Λακεδαίμονος ἐγγενέτῃσιν;λεῖπε δεξίμηλονδόμον τᾶς ποντίας θεοῦ. τί σοικαιρὸς ἀτυζομένᾳ δέμας αἰκέλιον καταλείβεινδεσποτῶν ἀνάγκαις;τὸ κρατοῦν δέ σ’ ἔπεισι. τί μόχθονοὐδὲν οὖσα μοχθεῖς;ἀλλ’ ἴθι λεῖπε θεᾶς Νηρηίδος ἀγλαὸν ἕδραν,γνῶθι δ’ οὖσ’ ἐπὶ ξέναςδμωὶς ἐπ’ ἀλλοτρίαςπόλεος, ἔνθ’ οὐ φίλων τιν’ εἰσορᾷςσῶν, ὦ δυστυχεστάτα,παντάλαινα νύμφα.οἰκτροτάτα γὰρ ἔμοιγ’ ἔμολες, γύναι Ἰλιάς, οἴκουςδεσποτῶν ἐμῶν· φόβῳ δ’ἡσυχίαν ἄγομεν—τὸ δὲ σὸν οἴκτῳ φέρουσα τυγχάνω—μὴ παῖς τᾶς Διὸς κόραςσοί μ’ εὖ φρονοῦσαν εἰδῇ.κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆςστολμόν τε χρωτὸς τόνδε ποικίλων πέπλωνοὐ τῶν Ἀχιλλέως οὐδὲ Πηλέως ἄποδόμων ἀπαρχὰς δεῦρ’ ἔχουσ’ ἀφικόμην,ἀλλ’ ἐκ Λακαίνης Σπαρτιάτιδος χθονὸςΜενέλαος ἡμῖν ταῦτα δωρεῖται πατὴρπολλοῖς σὺν ἕδνοις, ὥστ’ ἐλευθεροστομεῖν.ὑμᾶς μὲν οὖν τοῖσδ’ ἀνταμείβομαι λόγοις·σὺ δ’ οὖσα δούλη καὶ δορίκτητος γυνὴδόμους κατασχεῖν ἐκβαλοῦσ’ ἡμᾶς θέλειςτούσδε, στυγοῦμαι δ’ ἀνδρὶ φαρμάκοισι σοῖς,νηδὺς δ’ ἀκύμων διὰ σέ μοι διόλλυται·δεινὴ γὰρ ἠπειρῶτις εἰς τὰ τοιάδεψυχὴ γυναικῶν· ὧν ἐπισχήσω σ’ ἐγώ,