χώρει· τίς ὑμῶν ἅψεται; κλαίων ἄραψαύσει. θεῶν γὰρ οὕνεχ’ ἱππικοῦ τ’ ὄχλουπολλῶν θ’ ὁπλιτῶν ἄρχομεν Φθίαν κάτα·ἡμεῖς δ’ ἔτ’ ὀρθοὶ κοὐ γέροντες, ὡς δοκεῖς,ἀλλ’ εἴς γε τοιόνδ’ ἄνδρ’ ἀποβλέψας μόνοντροπαῖον αὐτοῦ στήσομαι, πρέσβυς περ ὤν.πολλῶν νέων γὰρ κἂν γέρων εὔψυχος ᾖκρείσσων· τί γὰρ δεῖ δειλὸν ὄντ’ εὐσωματεῖν;μὴ γενοίμαν ἢ πατέρων ἀγαθῶνεἴην πολυκτήτων τε δόμων μέτοχος.εἴ τι γὰρ πάσχοι τις ἀμήχανον, ἀλκᾶςοὐ σπάνις εὐγενέταις,κηρυσσομένοισι δ’ ἀπ’ ἐσθλῶν δωμάτωντιμὰ καὶ κλέος· οὔτοι λείψανα τῶν ἀγαθῶνἀνδρῶν ἀφαιρεῖται χρόνος· ἁ δ’ ἀρετὰκαὶ θανοῦσι λάμπει.κρεῖσσον δὲ νίκαν μὴ κακόδοξον ἔχεινἢ ξὺν φθόνῳ σφάλλειν δυνάμει τε δίκαν.ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν,ἐν δὲ χρόνῳ τελέθειξηρὸν καὶ ὀνείδεσιν ἔγκειται δόμων.ταύταν ᾔνεσα ταύταν καὶ φέρομαι βιοτάν,μηδὲν δίκας ἔξω κράτος ἐν θαλάμοιςκαὶ πόλει δύνασθαι.ὦ γέρον Αἰακίδα,πείθομαι καὶ σὺν Λαπίθαισί σε Κενταύ-ρων ὁμιλῆσαι δορὶκλεινοτάτῳ· καὶ ἐπ’ Ἀργῴου δορὸς ἄξενον ὑγρὰνἐκπερᾶσαι ποντιᾶν Ξυμπληγάδωνκλεινὰν ἐπὶ ναυστολίαν,Ἰλιάδα τε πόλιν ὅτε πάροςεὐδόκιμον ὁ Διὸς ἶνις ἀμφέβαλε φόνῳ,κοινὰν τὰν εὔκλειαν ἔχοντ’Εὐρώπαν ἀφικέσθαι.ὦ φίλταται γυναῖκες, ὡς κακὸν κακῷδιάδοχον ἐν τῇδ’ ἡμέρᾳ πορσύνεται.δέσποινα γὰρ κατ’ οἶκον, Ἑρμιόνην λέγω,πατρός τ’ ἐρημωθεῖσα συννοίᾳ θ’ ἅμα,οἷον δέδρακεν ἔργον Ἀνδρομάχην κτανεῖνκαὶ παῖδα βουλεύσασα, κατθανεῖν θέλει,