πλεκτὰς ἱμάντων στροφίδας ἐξανήσομαι.ὧδ’, ὦ κάκιστε, τῆσδ’ ἐλυμήνω χέρας;βοῦν ἢ λέοντ’ ἤλπιζες ἐντείνειν βρόχοις;ἢ μὴ ξίφος λαβοῦσ’ ἀμυνάθοιτό σεἔδεισας; ἕρπε δεῦρ’ ὑπ’ ἀγκάλας, βρέφος,ξύλλυε μητρὸς δεσμόν· ἐν Φθίᾳ σ’ ἐγὼθρέψω μέγαν τοῖσδ’ ἐχθρόν. εἰ δ’ ἀπῆν δορὸςτοῖς Σπαρτιάταις δόξα καὶ μάχης ἀγών,τἄλλ’ ὄντες ἴστε μηδενὸς βελτίονες.ἀνειμένον τι χρῆμα πρεσβυτῶν γένοςκαὶ δυσφύλακτον ὀξυθυμίας ὕπο.ἄγαν προνωπὴς εἰς τὸ λοιδορεῖν φέρῃ·ἐγὼ δὲ πρὸς βίαν μὲν εἰς Φθίαν μολὼνοὔτ’ οὖν τι δράσω φλαῦρον οὔτε πείσομαι.καὶ νῦν μέν—οὐ γὰρ ἄφθονον σχολὴν ἔχω—ἄπειμ’ ἐς οἴκους· ἔστι γάρ τις οὐ πρόσωΣπάρτης πόλις τις, ἣ πρὸ τοῦ μὲν ἦν φίλη,νῦν δ’ ἐχθρὰ ποιεῖ· τήνδ’ ἐπεξελθεῖν θέλωστρατηλατήσας χὑποχείριον λαβεῖν.ὅταν δὲ τἀκεῖ θῶ κατὰ γνώμην ἐμήν,ἥξω· παρὼν δὲ πρὸς παρόντας ἐμφανῶςγαμβροὺς διδάξω καὶ διδάξομαι λόγους.κἂν μὲν κολάζῃ τήνδε καὶ τὸ λοιπὸν ᾖσώφρων καθ’ ἡμᾶς, σώφρον’ ἀντιλήψεται·θυμούμενος δὲ τεύξεται θυμουμένων,ἔργοισι δ’ ἔργα διάδοχ’ ἀντιλήψεται.τοὺς σοὺς δὲ μύθους ῥᾳδίως ἐγὼ φέρω·σκιὰ γὰρ ἀντίστοιχος ὣς φωνὴν ἔχεις,ἀδύνατος, οὐδὲν ἄλλο πλὴν λέγειν μόνον.ἡγοῦ, τέκνον μοι, δεῦρ’ ὑπ’ ἀγκάλαις σταθείς,σύ τ’, ὦ τάλαινα· χείματος γὰρ ἀγρίουτυχοῦσα λιμένας ἦλθες εἰς εὐηνέμους.ὦ πρέσβυ, θεοί σοι δοῖεν εὖ καὶ τοῖσι σοῖς,σῴσαντι παῖδα κἀμὲ τὴν δυσδαίμονα.ὅρα δὲ μὴ νῷν εἰς ἐρημίαν ὁδοῦπτήξαντες οἵδε πρὸς βίαν ἄγωσί με,γέροντα μὲν σ’ ὁρῶντες, ἀσθενῆ δ’ ἐμὲκαὶ παῖδα τόνδε νήπιον· σκόπει τάδε,μὴ νῦν φυγόντες εἶθ’ ἁλῶμεν ὕστερον.οὐ μὴ γυναικῶν δειλὸν εἰσοίσεις λόγον·