γέρων γέρων εἶ. τὴν δ’ ἐμὴν στρατηγίανλέγων ἔμ’ ὠφελοῖς ἂν ἢ σιγῶν πλέον.Ἑλένη δ’ ἐμόχθησ’ οὐχ ἑκοῦσ’, ἀλλ’ ἐκ θεῶν,καὶ τοῦτο πλεῖστον ὠφέλησεν Ἑλλάδα·ὅπλων γὰρ ὄντες καὶ μάχης ἀίστορεςἔβησαν εἰς τἀνδρεῖον· ἡ δ’ ὁμιλίαπάντων βροτοῖσι γίγνεται διδάσκαλος.εἰ δ’ εἰς πρόσοψιν τῆς ἐμῆς ἐλθὼν ἐγὼγυναικὸς ἔσχον μὴ κτανεῖν, ἐσωφρόνουν.οὐδ’ ἂν σὲ Φῶκον ἤθελον κατακτανεῖν.ταῦτ’ εὖ φρονῶν σ’ ἐπῆλθον, οὐκ ὀργῆς χάριν·ἢν δ’ ὀξυθυμῇς, σοὶ μὲν ἡ γλωσσαλγίαμείζων, ἐμοὶ δὲ κέρδος ἡ προμηθία.παύσασθον ἤδη· λῷστα γὰρ μακρῷ τάδε·λόγων ματαίων, μὴ δύο σφαλῆθ’ ἅμα.οἴμοι, καθ’ Ἑλλάδ’ ὡς κακῶς νομίζεται·ὅταν τροπαῖα πολεμίων στήσῃ στρατός,οὐ τῶν πονούντων τοὔργον ἡγοῦνται τόδε,ἀλλ’ ὁ στρατηγὸς τὴν δόκησιν ἄρνυται,ὃς εἷς μετ’ ἄλλων μυρίων πάλλων δόρυ,οὐδὲν πλέον δρῶν ἑνὸς ἔχει πλείω λόγον.σεμνοὶ δ’ ἐν ἀρχαῖς ἥμενοι κατὰ πτόλινφρονοῦσι δήμου μεῖζον, ὄντες οὐδένες·οἱ δ’ εἰσὶν αὐτῶν μυρίῳ σοφώτεροι,εἰ τόλμα προσγένοιτο βούλησίς θ’ ἅμα.ὡς καὶ σὺ σός τ’ ἀδελφὸς ἐξωγκωμένοιΤροίᾳ κάθησθε τῇ τ’ ἐκεῖ στρατηγίᾳ,μόχθοισιν ἄλλων καὶ πόνοις ἐπηρμένοι.δείξω δ’ ἐγώ σοι μὴ τὸν Ἰδαῖον Πάρινἥσσω νομίζειν Πηλέως ἐχθρόν ποτε,εἰ μὴ φθερῇ τῆσδ’ ὡς τάχιστ’ ἀπὸ στέγηςκαὶ παῖς ἄτεκνος, ἣν ὅ γ’ ἐξ ἡμῶν γεγὼςἐλᾷ δι’ οἴκων τῶνδ’ ἐπισπάσας κόμης·ἣ στερρὸς οὖσα μόσχος οὐκ ἀνέξεταιτίκτοντας ἄλλους, οὐκ ἔχουσ’ αὐτὴ τέκνα.ἀλλ’, εἰ τὸ κείνης δυστυχεῖ παίδων πέρι,ἄπαιδας ἡμᾶς δεῖ καταστῆναι τέκνων;φθείρεσθε τῆσδε, δμῶες, ὡς ἂν ἐκμάθωεἴ τίς με λύειν τῆσδε κωλύσει χέρας.ἔπαιρε σαυτήν· ὡς ἐγὼ καίπερ τρέμων