νόθοι τε πολλοὶ γνησίων ἀμείνονες.ἀλλ’ ἐκκομίζου παῖδα. κύδιον βροτοῖςπένητα χρηστὸν ἢ κακὸν καὶ πλούσιονγαμβρὸν πεπᾶσθαι καὶ φίλον· σὺ δ’ οὐδὲν εἶ.σμικρᾶς ἀπ’ ἀρχῆς νεῖκος ἀνθρώποις μέγαγλῶσσ’ ἐκπορίζει· τοῦτο δ’ οἱ σοφοὶ βροτῶνἐξευλαβοῦνται, μὴ φίλοις τεύχειν ἔριν.τί δῆτ’ ἂν εἴποις τοὺς γέροντας, ὡς σοφοί,καὶ τοὺς φρονεῖν δοκοῦντας Ἕλλησίν ποτε;ὅτ’ ὢν σὺ Πηλεὺς καὶ πατρὸς κλεινοῦ γεγώς,κῆδος συνάψας, αἰσχρὰ μὲν σαυτῷ λέγειςἡμῖν δ’ ὀνείδη διὰ γυναῖκα βάρβαρον,ἣν χρῆν σ’ ἐλαύνειν τήνδ’ ὑπὲρ Νείλου ῥοὰςὑπέρ τε Φᾶσιν, κἀμὲ παρακαλεῖν ἀείοὖσαν μὲν ἠπειρῶτιν, οὗ πεσήματαπλεῖσθ’ Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν,τοῦ σοῦ δὲ παιδὸς αἵματος κοινουμένην.Πάρις γάρ, ὃς σὸν παῖδ’ ἔπεφν’ Ἀχιλλέα,Ἕκτορος ἀδελφὸς ἦν, δάμαρ δ’ ἥδ’ Ἕκτορος.καὶ τῇδέ γ’ εἰσέρχῃ σὺ ταὐτὸν εἰς στέγοςκαὶ ξυντράπεζον ἀξιοῖς ἔχειν βίον,τίκτειν δ’ ἐν οἴκοις παῖδας ἐχθίστους ἐᾷς.ἁγὼ προνοίᾳ τῇ τε σῇ κἀμῇ, γέρον,κτανεῖν θέλων τήνδ’ ἐκ χερῶν ἁρπάζομαι.καίτοι φέρ’· ἅψασθαι γὰρ οὐκ αἰσχρὸν λόγου·ἢν παῖς μὲν ἡμὴ μὴ τέκῃ, ταύτης δ’ ἄποβλάστωσι παῖδες, τῆσδε γῆς Φθιώτιδοςστήσεις τυράννους, βάρβαροι δ’ ὄντες γένοςἝλλησιν ἄρξουσ’; εἶτ’ ἐγὼ μὲν οὐ φρονῶμισῶν τὰ μὴ δίκαια, σοὶ δ’ ἔνεστι νοῦς;κἀκεῖνο νῦν ἄθρησον· εἰ σὺ παῖδα σὴνδούς τῳ πολιτῶν, εἶτ’ ἔπασχε τοιάδε,σιγῇ καθῆσ’ ἄν; οὐ δοκῶ· ξένης δ’ ὕπερτοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους;καὶ μὴν ἴσον γ’ ἀνήρ τε καὶ γυνὴ στένειἀδικουμένη πρὸς ἀνδρός· ὡς δ’ αὔτως ἀνὴργυναῖκα μωραίνουσαν ἐν δόμοις ἔχων.καὶ τῷ μὲν ἔστιν ἐν χεροῖν μέγα σθένος,τῇ δ’ ἐν γονεῦσι καὶ φίλοις τὰ πράγματα.οὔκουν δίκαιον τοῖς γ’ ἐμοῖς ἐπωφελεῖν;