γυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοιςδρόμους παλαίστρας τ’ οὐκ ἀνασχετοὺς ἐμοὶκοινὰς ἔχουσι. κᾆτα θαυμάζειν χρεὼνεἰ μὴ γυναῖκας σώφρονας παιδεύετε;Ἑλένην ἐρέσθαι χρῆν τάδ’, ἥτις ἐκ δόμωντὸν σὸν λιποῦσα Φίλιον ἐξεκώμασενεανίου μετ’ ἀνδρὸς εἰς ἄλλην χθόνα.κἄπειτ’ ἐκείνης οὕνεχ’ Ἑλλήνων ὄχλοντοσόνδ’ ἀθροίσας ἤγαγες πρὸς Ἴλιον;ἣν χρῆν σ’ ἀποπτύσαντα μὴ κινεῖν δόρυ,κακὴν ἐφευρόντ’, ἀλλ’ ἐᾶν αὐτοῦ μένεινμισθόν τε δόντα μήποτ’ εἰς οἴκους λαβεῖν.ἀλλ’ οὔτι ταύτῃ σὸν φρόνημ’ ἐπούρισας,ψυχὰς δὲ πολλὰς κἀγαθὰς ἀπώλεσας,παίδων τ’ ἄπαιδας γραῦς ἔθηκας ἐν δόμοις,πολιούς τ’ ἀφείλου πατέρας εὐγενῆ τέκνα.ὧν εἷς ἐγὼ δύστηνος· αὐθέντην δὲ σὲμιάστορ’ ὥς τιν’ εἰσδέδορκ’ Ἀχιλλέως.ὃς οὐδὲ τρωθεὶς ἦλθες ἐκ Τροίας μόνος,κάλλιστα τεύχη δ’ ἐν καλοῖσι σάγμασινὅμοι’ ἐκεῖσε δεῦρό τ’ ἤγαγες πάλιν.κἀγὼ μὲν ηὔδων τῷ γαμοῦντι μήτε σοὶκῆδος ξυνάψαι μήτε δώμασιν λαβεῖνκακῆς γυναικὸς πῶλον· ἐκφέρουσι γὰρμητρῷ’ ὀνείδη. τοῦτο καὶ σκοπεῖτέ μοι,μνηστῆρες, ἐσθλῆς θυγατέρ’ ἐκ μητρὸς λαβεῖν.πρὸς τοῖσδε δ’ εἰς ἀδελφὸν οἷ’ ἐφύβρισας,σφάξαι κελεύσας θυγατέρ’ εὐηθέστατα;οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτ’ ἔχῃς.ἑλὼν δὲ Τροίαν—εἶμι γὰρ κἀνταῦθά σοι—οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών,ἀλλ’, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφοςφίλημ’ ἐδέξω, προδότιν αἰκάλλων κύνα,ἥσσων πεφυκὼς Κύπριδος, ὦ κάκιστε σύ.κἄπειτ’ ἐς οἴκους τῶν ἐμῶν ἐλθὼν τέκνωνπορθεῖς ἀπόντων, καὶ γυναῖκα δυστυχῆκτείνεις ἀτίμως παῖδά θ’, ὃς κλαίοντά σεκαὶ τὴν ἐν οἴκοις σὴν καταστήσει κόρην,κεἰ τρὶς νόθος πέφυκε. πολλάκις δέ τοιξηρὰ βαθεῖαν γῆν ἐνίκησε σπορᾷ,