οἵδ’, ὦ γεραιέ, σὺν τέκνῳ θανουμένηνἄγουσί μ’ οὕτως ὡς ὁρᾷς. τί σοι λέγω;οὐ γὰρ μιᾶς σε κληδόνος προθυμίᾳμετῆλθον, ἀλλὰ μυρίων ὑπ’ ἀγγέλων.ἔριν δὲ τὴν κατ’ οἶκον οἶσθά που κλύωντῆς τοῦδε θυγατρός, ὧν τ’ ἀπόλλυμαι χάριν.καὶ νῦν με βωμοῦ Θέτιδος, ἣ τὸν εὐγενῆἔτικτέ σοι παῖδ’, ἣν σὺ θαυμαστὴν σέβεις,ἄγουσ’ ἀποσπάσαντες, οὔτε τῳ δίκῃκρίναντες οὔτε τοὺς ἀπόντας ἐκ δόμωνμείναντες, ἀλλὰ τὴν ἐμὴν ἐρημίανγνόντες τέκνου τε τοῦδ’, ὃν οὐδὲν αἴτιονμέλλουσι σὺν ἐμοὶ τῇ ταλαιπώρῳ κτενεῖν.ἀλλ’ ἀντιάζω σ’, ὦ γέρον, τῶν σῶν πάροςπίτνουσα γονάτων—χειρὶ δ’ οὐκ ἔξεστί μοιτῆς σῆς λαβέσθαι φιλτάτης γενειάδος—ῥῦσαί με πρὸς θεῶν· εἰ δὲ μή, θανούμεθααἰσχρῶς μὲν ὑμῖν, δυστυχῶς δ’ ἐμοί, γέρον.χαλᾶν κελεύω δεσμὰ πρὶν κλαίειν τινά,καὶ τῆσδε χεῖρας διπτύχους ἀνιέναι.ἐγὼ δ’ ἀπαυδῶ γ’ ἄλλος οὐχ ἥσσων σέθενκαὶ τῆσδε πολλῷ κυριώτερος γεγώς.πῶς; ἦ τὸν ἀμὸν οἶκον οἰκήσεις μολὼνδεῦρ’; οὐχ ἅλις σοι τῶν κατὰ Σπάρτην κρατεῖν;εἷλόν νιν αἰχμάλωτον ἐκ Τροίας ἐγώ.οὑμὸς δέ γ’ αὐτὴν ἔλαβε παῖς παιδὸς γέρας.οὔκουν ἐκείνου τἀμὰ τἀκείνου τ’ ἐμά;ναί,δρᾶν εὖ, κακῶς δ’ οὔ, μηδ’ ἀποκτείνειν βίᾳ.ὡς τήνδ’ ἀπάξεις οὔποτ’ ἐξ ἐμῆς χερός.σκήπτρῳ δὲ τῷδε σὸν καθαιμάξω κάρα;ψαῦσόν γ’, ἵν’ εἰδῇς, καὶ πέλας πρόσελθέ μου.σὺ γὰρ μετ’ ἀνδρῶν, ὦ κάκιστε κἀκ κακῶν;σοὶ ποῦ μέτεστιν ὡς ἐν ἀνδράσιν λόγου;ὅστις πρὸς ἀνδρὸς Φρυγὸς ἀπηλλάγης λέχος,ἄκλῃστ’ ἄδουλα δώμαθ’ ἑστίας λιπών,ὡς δὴ γυναῖκα σώφρον’ ἐν δόμοις ἔχωνπασῶν κακίστην. οὐδ’ ἂν εἰ βούλοιτό τιςσώφρων γένοιτο Σπαρτιατίδων κόρη,αἳ ξὺν νέοισιν ἐξερημοῦσαι δόμους