τόνδ’ Ἑρμιόνη· καὶ γὰρ ἀνοίαμεγάλη λείπειν ἐχθροὺς ἐχθρῶν,ἐξὸν κτείνεινκαὶ φόβον οἴκων ἀφελέσθαι.ὦ πόσις πόσις, εἴθε σὰνχεῖρα καὶ δόρυ σύμμαχονκτησαίμαν, Πριάμου παῖ.δύστανος, τί δ’ ἐγὼ μόρουπαράτροπον μέλος εὕρω;λίσσου, γούνασι δεσπότουχρίμπτων, ὦ τέκνον.ὦ φίλος,φίλος, ἄνες θάνατόν μοι.λείβομαι δάκρυσιν κόρας,στάζω λισσάδος ὡς πέτραςλιβὰς ἀνήλιος, ἁ τάλαιν’ὤμοι μοι, τί δ’ ἐγὼ κακῶνμῆχος ἐξανύσωμαι;τί με προσπίτνεις, ἁλίαν πέτρανἢ κῦμα λιταῖς ὣς ἱκετεύων;τοῖς γὰρ ἐμοῖσιν γέγον’ ὠφελία,σοὶ δ’ οὐδὲν ἔχω φίλτρον, ἐπεί τοιμέγ’ ἀναλώσας ψυχῆς μόριονΤροίαν εἷλον καὶ μητέρα σήν·ἧς ἀπολαύωνἍιδην χθόνιον καταβήσῃ.καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας,σπουδῇ τιθέντα δεῦρο γηραιὸν πόδα.ὑμᾶς ἐρωτῶ τόν τ’ ἐφεστῶτα σφαγῇ,τί ταῦτα; πῶς ταῦτ’; ἐκ τίνος λόγου νοσεῖδόμος; τί πράσσετ’ ἄκριτα μηχανώμενοι;Μενέλα’, ἐπίσχες· μὴ τάχυν’ ἄνευ δίκηςἡγοῦ σὺ θᾶσσον, οὐ γὰρ ὡς ἔοικέ μοισχολῆς τόδ’ ἔργον· ἀλλ’ ἀνηβητηρίανῥώμην μ’ ἐπαινῶ λαμβάνειν, εἴπερ ποτέπρῶτον μὲν οὖν κατ’ οὖρον ὥσπερ ἱστίοιςἐμπνεύσομαι τῇδ’· εἰπέ, τίνι δίκῃ χέραςβρόχοισιν ἐκδήσαντες οἵδ’ ἄγουσί σεκαὶ παῖδ’; ὕπαρνος γάρ τις οἶς ἀπόλλυσαι,ἡμῶν ἀπόντων τοῦ τε κυρίου σέθεν.