σαι φιλοῦσι κραίνειν.πνοαὶ δ’ ὅταν φέρωσι ναυτίλους θοαί,κατὰ πηδαλίων δίδυμαι πραπίδων γνῶμαι,σοφῶν τε πλῆθος ἀθρόον ἀσθενέστερονφαυλοτέρας φρενὸς αὐτοκρατοῦς.ἑνὸς ἁ δύνασις ἀνά τε μέλαθρακατά τε πόλιας, ὁπόταν εὑ-ρεῖν θέλωσι καιρόν.ἔδειξεν ἡ Λάκαινα τοῦ στρατηλάταΜενέλα· διὰ γὰρ πυρὸς ἦλθ’ ἑτέρῳ λέχεϊ,κτείνει δὲ τὴν τάλαιναν Ἰλιάδα κόρανπαῖδά τε δύσφρονος ἔριδος ὕπερ.ἄθεος ἄνομος ἄχαρις ὁ φόνος·ἔτι σε, πότνια, μετατροπὰτῶνδ’ ἔπεισιν ἔργων.καὶ μὴν ἐσορῶτόδε σύγκρατον ζεῦγος πρὸ δόμωνψήφῳ θανάτου κατακεκριμένον.δύστηνε γύναι, τλῆμον δὲ σὺ παῖ,μητρὸς λεχέων ὃς ὑπερθνῄσκειςοὐδὲν μετέχωνοὐδ’ αἴτιος ὢν βασιλεῦσιν.ἅδ’ ἐγὼ χέρας αἱματη-ρὰς βρόχοισι κεκλῃμέναπέμπομαι κατὰ γαίας.μᾶτερ μᾶτερ, ἐγὼ δὲ σᾷπτέρυγι συγκαταβαίνω.θῦμα δάιον, ὦ χθονὸςΦθίας κράντορες.ὦ πάτερ,μόλε φίλοις ἐπίκουρος.κείσῃ δή, τέκνον ὦ φίλος,μαστοῖς ματέρος ἀμφὶ σᾶςνεκρὸς ὑπὸ χθονί, σὺν νεκρῷ τ’ὤμοι μοι, τί πάθω; τάλαςδῆτ’ ἐγὼ σύ τε, μᾶτερ.ἴθ’ ὑποχθόνιοι· καὶ γὰρ ἀπ’ ἐχθρῶνἥκετε πύργων· δύο δ’ ἐκ δισσαῖνθνῄσκετ’ ἀνάγκαιν· σὲ μὲν ἡμετέραψῆφος ἀναιρεῖ, παῖδα δ’ ἐμὴ παῖς