οἴμοι· δόλῳ μ’ ὑπῆλθες, ἠπατήμεθα.κήρυσσ’ ἅπασιν· οὐ γὰρ ἐξαρνούμεθα.ἦ ταῦτ’ ἐν ὑμῖν τοῖς παρ’ Εὐρώτᾳ σοφά;καὶ τοῖς γε Τροίᾳ, τοὺς παθόντας ἀντιδρᾶν.τὰ θεῖα δ’ οὐ θεῖ’ οὐδ’ ἔχειν ἡγῇ δίκην;ὅταν τάδ’ ᾖ, τότ’ οἴσομεν· σὲ δὲ κτενῶ.ἦ καὶ νεοσσὸν τόνδ’, ὑπὸ πτερῶν σπάσας;οὐ δῆτα· θυγατρὶ δ’, ἢν θέλῃ, δώσω κτανεῖν.οἴμοι· τί δῆτά σ’ οὐ καταστένω, τέκνον;οὔκουν θρασεῖά γ’ αὐτὸν ἐλπὶς ἀναμένει.ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶνΣπάρτης ἔνοικοι, δόλια βουλευτήρια,ψευδῶν ἄνακτες, μηχανορράφοι κακῶν,ἑλικτὰ κοὐδὲν ὑγιές, ἀλλὰ πᾶν πέριξφρονοῦντες, ἀδίκως εὐτυχεῖτ’ ἀν’ Ἑλλάδα.τί δ’ οὐκ ἐν ὑμῖν ἐστιν; οὐ πλεῖστοι φόνοι;οὐκ αἰσχροκερδεῖς; οὐ λέγοντες ἄλλα μὲνγλώσσῃ, φρονοῦντες δ’ ἄλλ’ ἐφευρίσκεσθ’ ἀεί;ὄλοισθ’. ἐμοὶ μὲν θάνατος οὐχ οὕτω βαρὺςὡς σοὶ δέδοκται· κεῖνα γάρ μ’ ἀπώλεσεν,ὅθ’ ἡ τάλαινα πόλις ἀνηλώθη Φρυγῶνπόσις θ’ ὁ κλεινός, ὅς σε πολλάκις δορὶναύτην ἔθηκεν ἀντὶ χερσαίου κακόν.νῦν δ’ εἰς γυναῖκα γοργὸς ὁπλίτης φανεὶςκτείνεις μ’. ἀπόκτειν’· ὡς ἀθώπευτόν γέ σεγλώσσης ἀφήσω τῆς ἐμῆς καὶ παῖδα σήν.ἐπεὶ σὺ μὲν πέφυκας ἐν Σπάρτῃ μέγας,ἡμεῖς δὲ Τροίᾳ γ’. εἰ δ’ ἐγὼ πράσσω κακῶς,μηδὲν τόδ’ αὔχει· καὶ σὺ γὰρ πράξειας ἄν.οὐδέποτε δίδυμα λέκτρ’ ἐπαινέσω βροτῶνοὐδ’ ἀμφιμάτορας κόρους,ἔριδας οἴκων δυσμενεῖς τε λύπας.μίαν μοι στεργέτω πόσις γάμοιςἀκοινώ-νητον ἀνδρὸς εὐνάν.οὐδέ γ’ ἐνὶ πόλεσι δίπτυχοι τυραννίδεςμιᾶς ἀμείνονες φέρειν,ἄχθος ἐπ’ ἄχθει καὶ στάσις πολίταις·τεκόντοιν θ’ ὕμνον ἐργάταιν δυοῖνἔριν Mοῦ-