ὡς δεινὰ πάσχω. τί δέ με καὶ τεκεῖν ἐχρῆνἄχθος τ’ ἐπ’ ἄχθει τῷδε προσθέσθαι διπλοῦν;ἀτὰρ τί ταῦτα δύρομαι, τὰ δ’ ἐν ποσὶνοὐκ ἐξικμάζω καὶ λογίζομαι κακά;ἥτις σφαγὰς μὲν Ἕκτορος τροχηλάτουςκατεῖδον οἰκτρῶς τ’ Ἴλιον πυρούμενον,αὐτὴ δὲ δούλη ναῦς ἐπ’ Ἀργείων ἔβηνκόμης ἐπισπασθεῖσ’· ἐπεὶ δ’ ἀφικόμηνΦθίαν, φονεῦσιν Ἕκτορος νυμφεύομαι.τί δῆτ’ ἐμοὶ ζῆν ἡδύ; πρὸς τί χρὴ βλέπειν;πρὸς τὰς παρούσας ἢ παρελθούσας τύχας;εἷς παῖς ὅδ’ ἦν μοι λοιπὸς ὀφθαλμὸς βίου·τοῦτον κτενεῖν μέλλουσιν οἷς δοκεῖ τάδε.οὐ δῆτα τοὐμοῦ γ’ εἵνεκ’ ἀθλίου βίου·ἐν τῷδε μὲν γὰρ ἐλπίς, εἰ σωθήσεται,ἐμοὶ δ’ ὄνειδος μὴ θανεῖν ὑπὲρ τέκνου.ἰδοὺ προλείπω βωμὸν ἥδε χειρίασφάζειν φονεύειν, δεῖν, ἀπαρτῆσαι δέρην.ὦ τέκνον, ἡ τεκοῦσά σ’, ὡς σὺ μὴ θάνῃς,στείχω πρὸς Ἅιδην· ἢν δ’ ὑπεκδράμῃς μόρον,μέμνησο μητρός, οἷα τλᾶσ’ ἀπωλόμην,καὶ πατρὶ τῷ σῷ διὰ φιλημάτων ἰὼνδάκρυά τε λείβων καὶ περιπτύσσων χέραςλέγ’ οἷ’ ἔπραξα. πᾶσι δ’ ἀνθρώποις ἄρ’ ἦνψυχὴ τέκν’· ὅστις δ’ αὔτ’ ἄπειρος ὢν ψέγει,ἧσσον μὲν ἀλγεῖ, δυστυχῶν δ’ εὐδαιμονεῖ.ᾤκτιρ’ ἀκούσασ’· οἰκτρὰ γὰρ τὰ δυστυχῆβροτοῖς ἅπασι, κἂν θυραῖος ὢν κυρῇ.εἰς ξύμβασιν δὲ χρῆν σε παῖδα σὴν ἄγειν,Μενέλαε, καὶ τήνδ’, ὡς ἀπαλλαχθῇ πόνων.λάβεσθέ μοι τῆσδ’, ἀμφελίξαντες χέρας,δμῶες· λόγους γὰρ οὐ φίλους ἀκούσεταιἐγώ σ’, ἵν’ ἁγνὸν βωμὸν ἐκλίποις θεᾶς,προύτεινα παιδὸς θάνατον, ᾧ σ’ ὑπήγαγονεἰς χεῖρας ἐλθεῖν τὰς ἐμὰς ἐπὶ σφαγήν.καὶ τἀμφὶ σοῦ μὲν ὧδ’ ἔχοντ’ ἐπίστασο·τὰ δ’ ἀμφὶ παιδὸς τοῦδε παῖς ἐμὴ κρινεῖ,ἤν τε κτανεῖν νιν ἤν τε μὴ κτανεῖν θέλῃ.ἀλλ’ ἕρπ’ ἐς οἴκους τούσδ’, ἵν’ εἰς ἐλευθέρουςδούλη γεγῶσα μήποθ’ ὑβρίζειν μάθῃς.