ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρμακεύομενκαὶ νηδὺν ἐξαμβλοῦμεν, ὡς αὐτὴ λέγει,ἑκόντες οὐκ ἄκοντες, οὐδὲ βώμιοιπίτνοντες, αὐτοὶ τὴν δίκην ὑφέξομενἐν σοῖσι γαμβροῖς, οἷσιν οὐκ ἐλάσσοναβλάβην ὀφείλω προστιθεῖσ’ ἀπαιδίαν.ἡμεῖς μὲν οὖν τοιοίδε· τῆς δὲ σῆς φρενὸς—ἕν σου δέδοικα· διὰ γυναικείαν ἔρινκαὶ τὴν τάλαιναν ὤλεσας Φρυγῶν πόλιν.ἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενας,καί σου τὸ σῶφρον ἐξετόξευσεν φρενός.γύναι, τάδ’ ἐστὶ σμικρὰ καὶ μοναρχίαςοὐκ ἄξι’, ὡς φῄς, τῆς ἐμῆς οὐδ’ Ἑλλάδος.εὖ δ’ ἴσθ’, ὅτου τις τυγχάνει χρείαν ἔχων,τοῦτ’ ἔσθ’ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν.κἀγὼ θυγατρί—μεγάλα γὰρ κρίνω τάδε,λέχους στέρεσθαι—σύμμαχος καθίσταμαι.τὰ μὲν γὰρ ἄλλα δεύτερ’ ἂν πάσχοι γυνή,ἀνδρὸς δ’ ἁμαρτάνουσ’ ἁμαρτάνει βίου.δούλων δ’ ἐκεῖνον τῶν ἐμῶν ἄρχειν χρεὼνκαὶ τῶν ἐκείνου τοὺς ἐμούς, ἡμᾶς τε πρός·φίλων γὰρ οὐδὲν ἴδιον, οἵτινες φίλοιὀρθῶς πεφύκασ’, ἀλλὰ κοινὰ χρήματα.μένων δὲ τοὺς ἀπόντας, εἰ μὴ θήσομαιτἄμ’ ὡς ἄριστα, φαῦλός εἰμι κοὐ σοφός.ἀλλ’ ἐξανίστω τῶνδ’ ἀνακτόρων θεᾶς·ὡς, ἢν θάνῃς σύ, παῖς ὅδ’ ἐκφεύγει μόρον,σοῦ δ’ οὐ θελούσης κατθανεῖν, τόνδε κτενῶ.δυοῖν δ’ ἀνάγκη θατέρῳ λιπεῖν βίον.οἴμοι, πικρὰν κλήρωσιν αἵρεσίν τέ μοιβίου καθίστης· καὶ λαχοῦσά γ’ ἀθλίακαὶ μὴ λαχοῦσα δυστυχὴς καθίσταμαι.ὦ μεγάλα πράσσων αἰτίας μικρᾶς πέρι,πιθοῦ· τί καίνεις μ’; ἀντὶ τοῦ; ποίαν πόλινπρούδωκα; τίνα σῶν ἔκτανον παίδων ἐγώ;ποῖον δ’ ἔπρησα δῶμ’; ἐκοιμήθην βίᾳσὺν δεσπόταισι· κᾆτ’ ἔμ’, οὐ κεῖνον κτενεῖς,τὸν αἴτιον τῶνδ’, ἀλλὰ τὴν ἀρχὴν ἀφεὶςπρὸς τὴν τελευτὴν ὑστέραν οὖσαν φέρῃ;οἴμοι κακῶν τῶνδ’, ὦ τάλαιν’ ἐμὴ πατρίς,