ὅδ’ ἀντὶ τοῦ σοῦ σώματος σφαγήσεται.ταῦτ’ οὖν λογίζου, πότερα κατθανεῖν θέλειςἢ τόνδ’ ὀλέσθαι σῆς ἁμαρτίας ὕπερ,ἣν εἰς ἔμ’ εἴς τε παῖδ’ ἐμὴν ἁμαρτάνεις.ὦ δόξα δόξα, μυρίοισι δὴ βροτῶνοὐδὲν γεγῶσι βίοτον ὤγκωσας μέγαν.εὔκλεια δ’ οἷς μὲν ἔστ’ ἀληθείας ὕπο,εὐδαιμονίζω· τοὺς δ’ ὑπὸ ψευδῶν, ἔχεινοὐκ ἀξιώσω, πλὴν τύχῃ φρονεῖν δοκεῖν.σὺ δὴ στρατηγῶν λογάσιν Ἑλλήνων ποτὲΤροίαν ἀφείλου Πρίαμον, ὧδε φαῦλος ὤν;ὅστις θυγατρὸς ἀντίπαιδος ἐκ λόγωντοσόνδ’ ἔπνευσας, καὶ γυναικὶ δυστυχεῖδούλῃ κατέστης εἰς ἀγῶν’; οὐκ ἀξιῶοὔτ’ οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι.ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὖ φρονεῖνλαμπροί, τὰ δ’ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι,πλὴν εἴ τι πλούτῳ· τοῦτο δ’ ἰσχύει μέγα.Μενέλαε, φέρε δὴ διαπεράνωμεν λόγους·τέθνηκα τῇ σῇ θυγατρὶ καί μ’ ἀπώλεσε·μιαιφόνον μὲν οὐκέτ’ ἂν φύγοι μύσος.ἐν τοῖς δὲ πολλοῖς καὶ σὺ τόνδ’ ἀγωνιῇφόνον· τὸ συνδρῶν γάρ σ’ ἀναγκάσει χρέος.ἢν δ’ οὖν ἐγὼ μὲν μὴ θανεῖν ὑπεκδράμω,τὸν παῖδά μου κτενεῖτε; κᾆτα πῶς πατὴρτέκνου θανόντος ῥᾳδίως ἀνέξεται;οὐχ ὧδ’ ἄνανδρον αὐτὸν ἡ Τροία καλεῖ·ἀλλ’ εἶσιν οἷ χρή—Πηλέως γὰρ ἄξιαπατρός τ’ Ἀχιλλέως ἔργα δρῶν φανήσεται—ὤσει δὲ σὴν παῖδ’ ἐκ δόμων· σὺ δ’ ἐκδιδοὺςἄλλῳ τί λέξεις; πότερον ὡς κακὸν πόσινφεύγει τὸ ταύτης σῶφρον; ἀλλὰ πεύσεται.γαμεῖ δὲ τίς νιν; ἤ σφ’ ἄνανδρον ἐν δόμοιςχήραν καθέξεις πολιόν; ὦ τλήμων ἀνήρ,κακῶν τοσούτων οὐχ ὁρᾷς ἐπιρροάς;πόσας ἂν εὐνὰς θυγατέρ’ ἠδικημένηνβούλοι’ ἂν εὑρεῖν ἢ παθεῖν ἁγὼ λέγω;οὐ χρὴ ’πὶ μικροῖς μεγάλα πορσύνειν κακὰοὐδ’, εἰ γυναῖκές ἐσμεν ἀτηρὸν κακόν,ἄνδρας γυναιξὶν ἐξομοιοῦσθαι φύσιν.