σταθμοὺς ἐπὶ βούτα,βοτῆρά τ’ ἀμφὶ μονότροπον νεανίανἔρημόν θ’ἑστιοῦχον αὐλάν.ταὶ δ’ ἐπεὶ ὑλόκομον νάπος ἤλυθον οὐρειᾶνπιδάκων νίψαν αἰ-γλᾶντα σώματα ῥοαῖς,ἔβαν δὲ Πριαμίδαν ὑπερ-βολαῖς λόγων δυσφρόνωνπαραβαλλόμεναι, δολίοις δ’ ἕλε Κύπρις λόγοις,τερπνοῖς μὲν ἀκοῦσαι,πικρὰν δὲ σύγχυσιν βίου Φρυγῶν πόλειταλαίνᾳπεργάμοις τε Τροίας.ἀλλ’ εἴθ’ ὑπὲρ κεφαλὰν ἔβαλεν κακὸνἁ τεκοῦσά νιν Πάρινπρὶν Ἰδαῖ-ον κατοικίσαι λέπας·ὅτε νιν παρὰ θεσπεσίῳ δάφνᾳβόασε Κασάνδρα κτανεῖν,μεγάλαν Πριάμου πόλεως λώβαν.τίν’ οὐκ ἐπῆλθε, ποῖον οὐκ ἐλίσσετοδαμογερόν-των βρέφος φονεύειν;οὔτ’ ἂν ἐπ’ Ἰλιάσι ζυγὸν ἤλυθεδούλιον, σύ τ’ ἂν γύναι,τυράννωνἔσχες ἂν δόμων ἕδρας·παρέλυσε δ’ ἂν Ἑλλάδος ἀλγεινοὺςμόχθους οὓς ἀμφὶ Τροίανδεκέτεις ἀλάληντο νέοι λόγχαις.λέχη τ’ ἔρημ’ ἂν οὔποτ’ ἐξελείπετο,καὶ τεκέωνὀρφανοὶ γέροντες.ἥκω λαβὼν σὸν παῖδ’, ὃν εἰς ἄλλους δόμουςλάθρᾳ θυγατρὸς τῆς ἐμῆς ὑπεξέθου.σὲ μὲν γὰρ ηὔχεις θεᾶς βρέτας σῴσειν τόδε,τοῦτον δὲ τοὺς κρύψαντας· ἀλλ’ ἐφηυρέθηςἧσσον φρονοῦσα τοῦδε Μενέλεω, γύναι.κεἰ μὴ τόδ’ ἐκλιποῦσ’ ἐρημώσεις πέδον,