τί δ’; οὐ γυναιξὶ ταῦτα πρῶτα πανταχοῦ;ναί,καλῶς γε χρωμέναισιν· εἰ δὲ μή, οὐ καλά.οὐ βαρβάρων νόμοισιν οἰκοῦμεν πόλιν.κἀκεῖ τά γ’ αἰσχρὰ κἀνθάδ’ αἰσχύνην ἔχει.σοφὴ σοφὴ σύ· κατθανεῖν δ’ ὅμως σε δεῖ.ὁρᾷς ἄγαλμα Θέτιδος εἰς σ’ ἀποβλέπον;μισοῦν γε πατρίδα σὴν Ἀχιλλέως φόνῳ.Ἑλένη νιν ὤλεσ’, οὐκ ἐγώ, μήτηρ δὲ σή.ἦ καὶ πρόσω γὰρ τῶν ἐμῶν ψαύσεις κακῶν;ἰδοὺ σιωπῶ κἀπιλάζυμαι στόμα.ἐκεῖνο λέξον, οὗπερ εἵνεκ’ ἐστάλην.λέγω σ’ ἐγὼ νοῦν οὐκ ἔχειν ὅσον σε δεῖ.λείψεις τόδ’ ἁγνὸν τέμενος ἐναλίας θεοῦ;εἰ μὴ θανοῦμαί γ’· εἰ δὲ μή, οὐ λείψω ποτέ.ὡς τοῦτ’ ἄραρε, κοὐ μενῶ πόσιν μολεῖν.ἀλλ’ οὐδ’ ἐγὼ μὴν πρόσθεν ἐκδώσω μέ σοι.πῦρ σοι προσοίσω, κοὐ τὸ σὸν προσκέψομαι—σὺ δ’ οὖν κάταιθε· θεοὶ γὰρ εἴσονται τάδε.καὶ χρωτὶ δεινῶν τραυμάτων ἀλγηδόνας.σφάζ’, αἱμάτου θεᾶς βωμόν, ἣ μέτεισί σε.ὦ βάρβαρον σὺ θρέμμα καὶ σκληρὸν θράσος,ἐγκαρτερεῖς δὴ θάνατον; ἀλλ’ ἐγώ σ’ ἕδραςἐκ τῆσδ’ ἑκοῦσαν ἐξαναστήσω τάχα·τοιόνδ’ ἔχω σου δέλεαρ. ἀλλὰ γὰρ λόγουςκρύψω, τὸ δ’ ἔργον αὐτὸ σημανεῖ τάχα.κάθησ’ ἑδραία· καὶ γὰρ εἰ πέριξ σ’ ἔχοιτηκτὸς μόλυβδος, ἐξαναστήσω σ’ ἐγὼπρὶν ᾧ πέποιθας παῖδ’ Ἀχιλλέως μολεῖν.πέποιθα. δεινὸν δ’ ἑρπετῶν μὲν ἀγρίωνἄκη βροτοῖσι θεῶν καταστῆσαί τινα·ὃ δ’ ἔστ’ ἐχίδνης καὶ πυρὸς περαιτέρω,οὐδεὶς γυναικὸς φάρμακ’ ἐξηύρηκέ πωκακῆς· τοσοῦτόν ἐσμεν ἀνθρώποις κακόν.Ἦ μεγάλων ἀχέων ἄρ’ ὑπῆρξεν, ὅτ’ Ἰδαίανἐς νάπαν ἦλθ’ ὁ Μαί-ας τε καὶ Διὸς τόκος,τρίπωλον ἅρμα δαιμόνωνἄγων τὸ καλλιζυγές,ἔριδι στυγερᾷ κεκορυθμένον εὐμορφίας