ἢ τοὺς ἐμούς τις παῖδας ἐξανέξεταιΦθίας τυράννους ὄντας, ἢν σὺ μὴ τέκῃς;φιλοῦσι γάρ μ’ Ἕλληνες Ἕκτορός τ’ ἄπο;αὐτή τ’ ἀμαυρὰ κοὐ τύραννος ἦ Φρυγῶν;οὐκ ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις,ἀλλ’ εἰ ξυνεῖναι μὴ ’πιτηδεία κυρεῖς.φίλτρον δὲ καὶ τόδ’· οὐ τὸ κάλλος, ὦ γύναι,ἀλλ’ ἁρεταὶ τέρπουσι τοὺς ξυνευνέτας.σὺ δ’ ἤν τι κνισθῇς, ἡ Λάκαινα μὲν πόλιςμέγ’ ἐστί, τὴν δὲ Σκῦρον οὐδαμοῦ τίθης·πλουτεῖς δ’ ἐν οὐ πλουτοῦσι· Μενέλεως δέ σοιμείζων Ἀχιλλέως. ταῦτά τοί σ’ ἔχθει πόσις.χρὴ γὰρ γυναῖκα, κἂν κακῷ πόσει δοθῇ,στέργειν, ἅμιλλάν τ’ οὐκ ἔχειν φρονήματος.εἰ δ’ ἀμφὶ Θρῄκην χιόνι τὴν κατάρρυτοντύραννον ἔσχες ἄνδρ’, ἵν’ ἐν μέρει λέχοςδίδωσι πολλαῖς εἷς ἀνὴρ κοινούμενος,ἔκτεινας ἂν τάσδ’; εἶτ’ ἀπληστίαν λέχουςπάσαις γυναιξὶ προστιθεῖσ’ ἂν ηὑρέθης.αἰσχρόν γε· καίτοι χείρον’ ἀρσένων νόσονταύτην νοσοῦμεν, ἀλλὰ προύστημεν καλῶς.ὦ φίλταθ’ Ἕκτορ, ἀλλ’ ἐγὼ τὴν σὴν χάρινσοὶ καὶ ξυνήρων, εἴ τί σε σφάλλοι Κύπρις,καὶ μαστὸν ἤδη πολλάκις νόθοισι σοῖςἐπέσχον, ἵνα σοι μηδὲν ἐνδοίην πικρόν.καὶ ταῦτα δρῶσα τῇ ἀρετῇ προσηγόμηνπόσιν· σὺ δ’ οὐδὲ ῥανίδ’ ὑπαιθρίας δρόσουτῷ σῷ προσίζειν ἀνδρὶ δειμαίνουσ’ ἐᾷς.μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι,ζήτει παρελθεῖν· τῶν κακῶν γὰρ μητέρωνφεύγειν τρόπους χρὴ τέκν’, ὅςοις ἔνεστι νοῦς.δέσποιν’, ὅσον σοι ῥᾳδίως προσίσταται,τοσόνδε πείθου τῇδε συμβῆναι λόγοις.τί σεμνομυθεῖς κεἰς ἀγῶν’ ἔρχῃ λόγων,ὡς δὴ σὺ σώφρων, τἀμὰ δ’ οὐχὶ σώφρονα;οὔκουν ἐφ’ οἷς γε νῦν καθέστηκας λόγοις.ὁ νοῦς ὁ σός μοι μὴ ξυνοικοίη, γύναι.νέα πέφυκας καὶ λέγεις αἰσχρῶν πέρι.σὺ δ’ οὐ λέγεις γε, δρᾷς δέ μ’ εἰς ὅσον δύνῃ.οὐκ αὖ σιωπῇ Κύπριδος ἀλγήσεις πέρι;