κοὐδέν σ’ ὀνήσει δῶμα Νηρῇδος τόδε,οὐ βωμὸς οὐδὲ ναός, ἀλλὰ κατθανῇ.ἢν δ’ οὖν βροτῶν τίς σ’ ἢ θεῶν σῷσαι θέλῃ,δεῖ σ’ ἀντὶ τῶν πρὶν ὀλβίων φρονημάτωνπτῆξαι ταπεινὴν προσπεσεῖν τ’ ἐμὸν γόνυ,σαίρειν τε δῶμα τοὐμὸν ἐκ χρυσηλάτωντευχέων χερὶ σπείρουσαν Ἀχελῴου δρόσον,γνῶναί θ’ ἵν’ εἶ γῆς. οὐ γάρ ἐσθ’ Ἕκτωρ τάδε,οὐ Πρίαμος οὐδὲ χρυσός, ἀλλ’ Ἑλλὰς πόλις.εἰς τοῦτο δ’ ἥκεις ἀμαθίας, δύστηνε σύ,ἣ παιδὶ πατρός, ὃς σὸν ὤλεσεν πόσιν,τολμᾷς ξυνεύδειν καὶ τέκν’ αὐθέντου πάρατίκτειν. τοιοῦτον πᾶν τὸ βάρβαρον γένος·πατήρ τε θυγατρὶ παῖς τε μητρὶ μίγνυταικόρη τ’ ἀδελφῷ, διὰ φόνου δ’ οἱ φίλτατοιχωροῦσι, καὶ τῶνδ’ οὐδὲν ἐξείργει νόμος.ἃ μὴ παρ’ ἡμᾶς εἴσφερ’· οὐδὲ γὰρ καλὸνδυοῖν γυναικοῖν ἄνδρ’ ἕν’ ἡνίας ἔχειν,ἀλλ’ εἰς μίαν βλέποντες εὐναίαν Κύπρινστέργουσιν, ὅστις μὴ κακῶς οἰκεῖν θέλει.ἐπίφθονόν τοι χρῆμα θηλείας φρενὸςκαὶ ξυγγάμοισι δυσμενὲς μάλιστ’ ἀεί.φεῦ φεῦ·κακόν γε θνητοῖς τὸ νέον ἔν τε τῷ νέῳτὸ μὴ δίκαιον ὅστις ἀνθρώπων ἔχει.ἐγὼ δὲ ταρβῶ μὴ τὸ δουλεύειν μέ σοιλόγων ἀπώσῃ πόλλ’ ἔχουσαν ἔνδικα,ἢν δ’ αὖ κρατήσω, μὴ ’πὶ τῷδ’ ὄφλω βλάβην·οἱ γὰρ πνέοντες μεγάλα τοὺς κρείσσους λόγουςπικρῶς φέρουσι τῶν ἐλασσόνων ὕπο·ὅμως δ’ ἐμαυτὴν οὐ προδοῦσ’ ἁλώσομαι.εἴπ’, ὦ νεᾶνι, τῷ σ’ ἐχεγγύῳ λόγῳπεισθεῖσ’ ἀπωθῶ γνησίων νυμφευμάτων;ὡς ἡ Λάκαινα τῶν Φρυγῶν μείων πόλις,τύχῃ θ’ ὑπερθεῖ, κἄμ’ ἐλευθέραν ὁρᾷς;ἢ τῷ νέῳ τε καὶ σφριγῶντι σώματιπόλεως τε μεγέθει καὶ φίλοις ἐπηρμένηοἶκον κατασχεῖν τὸν σὸν ἀντὶ σοῦ θέλω;πότερον ἵν’ αὐτὴ παῖδας ἀντὶ σοῦ τέκωδούλους ἐμαυτῇ τ’ ἀθλίαν ἐφολκίδα;