οὐκ ἐμῷ ’πιθήσομαικάρᾳ κτύπημα χειρὸς ὀλοόν; ὦ πόλις,διπλῶν τέκνωνμ’ ἐστέρησ’ ὁ Φοῖβος.ὦ κακὰ παθὼν ἰδών τε δυστυχὴς γέρον,τίν’ αἰῶν’εἰς τὸ λοιπὸν ἕξεις;ἄτεκνος ἔρημος, οὐκ ἔχων πέρας κακῶνδιαντλή-σω πόνους ἐς Ἅιδαν.μάτην δέ σ’ ἐν γάμοισιν ὤλβισαν θεοί.ἀμπτάμεναφροῦδα πάντα, κεῖταικόμπων μεταρσίων πρόσω.μόνος μόνοισιν ἐν δόμοις ἀναστρέφῃ.οὐκέτ’ εἶ, πόλις, πόλις,σκῆπτρά τ’ ἐρρέτω τάδε ἐπὶ γαῖαν,σύ τ’, ὦ κατ’ ἄντρα νύχια Νηρέως κόρη,πανώλεθρόνμ’ ὄψεαι πίτνοντα πρὸς γᾶν.ἰὼ ἰώ·τί κεκίνηται; τίνος αἰσθάνομαιθείου; κοῦραι, λεύσσετ’ ἀθρήσατε·δαίμων ὅδε τις λευκὴν αἰθέραπορθμευόμενος τῶν ἱπποβότωνΦθίας πεδίων ἐπιβαίνει.Πηλεῦ, χάριν σοι τῶν πάρος νυμφευμάτωνἥκω Θέτις λιποῦσα Νηρέως δόμους.καὶ πρῶτα μέν δὴ τοῖς παρεστῶσιν κακοῖςμηδέν τι λίαν δυσφορεῖν παρῄνεσα·κἀγὼ γάρ, ἣν ἄκλαυτα χρῆν τίκτειν τέκνα,ἀπώλεσ’ ἐκ σοῦ παῖδα τὸν ταχὺν πόδαςἈχιλλέα τεκοῦσα πρῶτον Ἑλλάδος.ὧν δ’ οὕνεκ’ ἦλθον σημανῶ, σὺ δ’ ἐνδέχου.τὸν μὲν θανόντα τόνδ’ Ἀχιλλέως γόνονθάψον πορεύσας Πυθικὴν πρὸς ἐσχάραν,Δελφοῖς ὄνειδος, ὡς ἀπαγγέλλῃ τάφοςφόνον βίαιον τῆς Ὀρεστείας χερός·γυναῖκα δ’ αἰχμάλωτον, Ἀνδρομάχην λέγω,Μολοσσίαν γῆν χρὴ κατοικῆσαι, γέρον,