σκύμνον ἐς οἴκους οὐχ ὡς σὺ θέλεις·αὐτός τε κακοῖς πήμασι κύρσαςεἰς ἓν μοίρας συνέκυρσας.ὤμοι ἐγώ, κακὸν οἷον ὁρῶ τόδεκαὶ δέχομαι χερὶ δώμασί τ’ ἀμοῖς.ἰώ μοί μοι, αἰαῖ,ὦ πόλι Θεσσαλία, διολώλαμεν,οἰχόμεθ’· οὐκέτι μοι γένος, οὐκέτι μοι τέκναλείπεται οἴκοις·ὦ σχέτλιος παθέων ἐγώ· εἰς τίναδὴ φίλον αὐγὰς βάλλων τέρψομαι;ὦ φίλιον στόμα καὶ γένυ καὶ χέρες,εἴθε σ’ ὑπ’ Ἰλίῳ ἤναρε δαίμωνΣιμοεντίδα παρ’ ἀκτάν.οὗτός τ’ ἂν ὡς ἐκ τῶνδ’ ἐτιμᾶτ’ ἄν, γέρον,θανών, τὸ σὸν δ’ ἦν ὧδ’ ἂν εὐτυχέστερον.ὦ γάμος, ὦ γάμος, ὃς τάδε δώματακαὶ πόλιν ἀμὰν ὤλεσας· αἰαῖ,ἒ ἔ· ὦ παῖ,μήποτε σῶν λεχέων τὸ δυσώνυμονὤφελ’ ἐμὸν γένος εἰς τέκνα καὶ δόμονἀμφιβαλέσθαιἙρμιόνας Ἀίδαν ἐπὶ σοί, τέκνον,ἀλλὰ κεραυνῷ πρόσθεν ὀλέσθαι·μηδ’ ἐπὶ τοξοσύνᾳ φονίῳ πατρὸςαἷμα τὸ διογενές ποτε Φοίβουβροτὸς εἰς θεὸν ἀνάψαι.ὀττοτοτοτοῖ, θανόντα δεσπόταν γόοιςνόμῳ τῷνερτέρων κατάρξω.ὀττοτοτοτοῖ, διάδοχα δ’ ὦ τάλας ἐγὼγέρων καὶδυστυχὴς δακρύω.θεοῦ γὰρ αἶσα, θεὸς ἔκρανε συμφοράν.ὦ φίλος,δόμον ἔλιπες ἔρημον,ὤμοι μοι, ταλαίπωρον ἐμὲγέροντ’ ἄπαιδα νοσφίσας.θανεῖν θανεῖν σε, πρέσβυ, χρῆν πάρος τέκνων.οὐ σπαράξομαι κόμαν,