Ἑλένῳ συναλλαχθεῖσαν εὐναίοις γάμοις,καὶ παῖδα τόνδε, τῶν ἀπ’ Αἰακοῦ μόνονλελειμμένον δή. βασιλέα δ’ ἐκ τοῦδε χρὴἄλλον δι’ ἄλλου διαπερᾶν Μολοσσίαςεὐδαιμονοῦντας· οὐ γὰρ ὧδ’ ἀνάστατονγένος γενέσθαι δεῖ τὸ σὸν κἀμόν, γέρον,Τροίας τε· καὶ γὰρ θεοῖσι κἀκείνης μέλει,καίπερ πεσούσης Παλλάδος προθυμίᾳ.σὲ δ’, ὡς ἂν εἰδῇς τῆς ἐμῆς εὐνῆς χάριν,θεὰ γεγῶσα καὶ θεοῦ πατρὸς τέκος,κακῶν ἀπαλλάξασα τῶν βροτησίωνἀθάνατον ἄφθιτόν τε ποιήσω θεόν.κἄπειτα Νηρέως ἐν δόμοις ἐμοῦ μέτατὸ λοιπὸν ἤδη θεὸς συνοικήσεις θεᾷ·ἔνθεν κομίζων ξηρὸν ἐκ πόντου πόδατὸν φίλτατον σοὶ παῖδ’ ἐμοί τ’ Ἀχιλλέαὄψῃ δόμους ναίοντα νησιωτικοὺςΛευκὴν κατ’ ἀκτὴν ἐντὸς Εὐξείνου πόρου.ἀλλ’ ἕρπε Δελφῶν εἰς θεόδμητον πόλιννεκρὸν κομίζων τόνδε, καὶ κρύψας χθονὶἐλθὼν παλαιᾶς χοιράδος κοῖλον μυχὸνΣηπιάδος ἵζου· μίμνε δ’, ἔστ’ ἂν ἐξ ἁλὸςλαβοῦσα πεντήκοντα Νηρῄδων χορὸνἔλθω κομιστήν σου· τὸ γὰρ πεπρωμένονδεῖ σ’ ἐκκομίζειν· Ζηνὶ γὰρ δοκεῖ τάδε.παῦσαι δὲ λύπης τῶν τεθνηκότων ὕπερ·πᾶσιν γὰρ ἀνθρώποισιν ἥδε πρὸς θεῶνψῆφος κέκρανται κατθανεῖν τ’ ὀφείλεται.ὦ πότνι’, ὦ γενναῖα συγκοιμήματα,Νηρέως γένεθλον, χαῖρε· ταῦτα δ’ ἀξίωςσαυτῆς τε ποιεῖς καὶ τέκνων τῶν ἐκ σέθεν.παύω δὲ λύπην σοῦ κελευούσης, θεά,καὶ τόνδε θάψας εἶμι Πηλίου πτυχάς,οὗπερ σὸν εἷλον χερσὶ κάλλιστον δέμας.κᾆτ’ οὐ γαμεῖν δῆτ’ ἔκ τε γενναίων χρεὼνδοῦναί τ’ ἐς ἐσθλούς, ὅστις εὖ βουλεύεται,κακῶν δὲ λέκτρων μὴ ’πιθυμίαν ἔχειν,μηδ’ εἰ ζαπλούτους οἴσεται φερνὰς δόμοις;οὐ γάρ ποτ’ ἂν πράξειαν ἐκ θεῶν κακῶς.πολλαὶ μορφαὶ τῶν δαιμονίων,