προὔτεινε τεύχη κἀφυλάσσετ’ ἐμβολὰςἐκεῖσε κἀκεῖσ’ ἀσπίδ’ ἐκτείνων χερί.ἀλλ’ οὐδὲν ἦνεν· ἀλλὰ πόλλ’ ὁμοῦ βέλη,οἰστοί, μεσάγκυλ’ ἔκλυτοί τ’ ἀμφώβολοι,σφαγῆς ἐχώρουν βουπόροι ποδῶν πάρος.δεινὰς δ’ ἂν εἶδες πυρρίχας φρουρουμένουβέλεμνα παιδός. ὡς δέ νιν περισταδὸνκύκλῳ κατεῖχον οὐ διδόντες ἀμπνοάς,βωμοῦ κενώσας δεξίμηλον ἐσχάραν,τὸ Τρωικὸν πήδημα πηδήσας ποδοῖνχωρεῖ πρὸς αὐτούς· οἳ δ’ ὅπως πελειάδεςἱέρακ’ ἰδοῦσαι πρὸς φυγὴν ἐνώτισαν.πολλοὶ δ’ ἔπιπτον μιγάδες ἔκ τε τραυμάτωναὐτοί θ’ ὑπ’ αὐτῶν στενοπόρους κατ’ ἐξόδους,κραυγὴ δ’ ἐν εὐφήμοισι δύσφημος δόμοιςπέτραισιν ἀντέκλαγξ’· ἐν εὐδίᾳ δέ πωςἔστη φαεννοῖς δεσπότης στίλβων ὅπλοις·πρὶν δή τις ἀδύτων ἐκ μέσων ἐφθέγξατοδεινόν τι καὶ φρικῶδες, ὦρσε δὲ στρατὸνστρέψας πρὸς ἀλκήν. ἔνθ’ Ἀχιλλέως πίτνειπαῖς ὀξυθήκτῳ πλευρὰ φασγάνῳ τυπεὶςΔελφοῦ πρὸς ἀνδρός, ὅσπερ αὐτὸν ὤλεσε,πολλῶν μετ’ ἄλλων· ὡς δὲ πρὸς γαῖαν πίτνει,τίς οὐ σίδηρον προσφέρει, τίς οὐ πέτρον,βάλλων ἀράσσων; πᾶν δ’ ἀνήλωται δέμαςτὸ καλλίμορφον τραυμάτων ὑπ’ ἀγρίων.νεκρὸν δὲ δή νιν κείμενον βωμοῦ πέλαςἐξέβαλον ἐκτὸς θυοδόκων ἀνακτόρων.ἡμεῖς δ’ ἀναρπάσαντες ὡς τάχος χεροῖνκομίζομέν νιν σοὶ κατοιμῶξαι γόοιςκλαῦσαί τε, πρέσβυ, γῆς τε κοσμῆσαι τάφῳ.τοιαῦθ’ ὁ τοῖς ἄλλοισι θεσπίζων ἄναξ,ὁ τῶν δικαίων πᾶσιν ἀνθρώποις κριτής,δίκας διδόντα παῖδ’ ἔδρασ’ Ἀχιλλέως.ἐμνημόνευσε δ’, ὥσπερ ἄνθρωπος κακός,παλαιὰ νείκη· πῶς ἂν οὖν εἴη σοφός;καὶ μὴν ὅδ’ ἄναξ ἤδη φοράδηνΔελφίδος ἐκ γῆς δῶμα πελάζει.τλήμων ὁ παθών, τλήμων δέ, γέρον,καὶ σύ· δέχῃ γὰρ τὸν Ἀχίλλειον