Ἀγαμέμνονος δὲ παῖς διαστείχων πόλινἐς οὖς ἑκάστῳ δυσμενεῖς ηὔδα λόγους·Ὁρᾶτε τοῦτον, ὃς διαστείχει θεοῦχρυσοῦ γέμοντα γύαλα, θησαυροὺς βροτῶν,τὸ δεύτερον παρόντ’ ἐφ’ οἷσι καὶ πάροςδεῦρ’ ἦλθε, Φοίβου ναὸν ἐκπέρσαι θέλων;κἀκ τοῦδ’ ἐχώρει ῥόθιον ἐν πόλει κακόν·ἀρχαί τε, πληροῦντές τε βουλευτήρια,ἰδίᾳ θ’ ὅσοι θεοῦ χρημάτων ἐφέστασαν,φρουρὰν ἐτάξαντ’ ἐν περιστύλοις δόμοις.ἡμεῖς δὲ μῆλα, φυλλάδος Παρνασίαςπαιδεύματ’, οὐδὲν τῶνδέ πω πεπυσμένοι,λαβόντες ᾖμεν ἐσχάραις τ’ ἐφέσταμενσὺν προξένοισι μάντεσίν τε Πυθικοῖς.καί τις τόδ’ εἶπεν· Ὦ νεανία, τί σοιθεῷ κατευξώμεσθα; τίνος ἥκεις χάριν;ὃ δ’ εἶπε· Φοίβῳ τῆς πάροιθ’ ἁμαρτίαςδίκας παρασχεῖν βουλόμεσθ’· ᾔτησα γὰρπατρός ποτ’ αὐτὸν αἵματος δοῦναι δίκην.κἀνταῦθ’ Ὀρέστου μῦθος ἰσχύων μέγαἐφαίνεθ’, ὡς ψεύδοιτο δεσπότης ἐμός,ἥκων ἐπ’ αἰσχροῖς. ἔρχεται δ’ ἀνακτόρωνκρηπῖδος ἐντός, ὡς πάρος χρηστηρίωνεὔξαιτο Φοίβῳ· τυγχάνει δ’ ἐν ἐμπύροις·τῷ δὲ ξιφήρης ἆρ’ ὑφειστήκει λόχοςδάφνῃ σκιασθείς· ὧν Κλυταιμήστρας τόκοςεἷς ἦν ἁπάντων τῶνδε μηχανορράφος.χὣ μὲν κατ’ ὄμμα στὰς προσεύχεται θεῷ·οἳ δ’ ὀξυθήκτοις φασγάνοις ὡπλισμένοικεντοῦσ’ ἀτευχῆ παῖδ’ Ἀχιλλέως λάθρᾳ.χωρεῖ δὲ πρύμναν· οὐ γὰρ εἰς καιρὸν τυπεὶςἐτύγχαν’· ἐξέλκει δὲ καὶ παραστάδοςκρεμαστὰ τεύχη πασσάλων καθαρπάσαςἔστη ’πὶ βωμοῦ γοργὸς ὁπλίτης ἰδεῖν,βοᾷ δὲ Δελφῶν παῖδας ἱστορῶν τάδε·Τίνος μ’ ἕκατι κτείνετ’ εὐσεβεῖς ὁδοὺςἥκοντα; ποίας ὄλλυμαι πρὸς αἰτίας;—τῶν δ’ οὐδὲν οὐδεὶς μυρίων ὄντων πέλαςἐφθέγξατ’, ἀλλ’ ἔβαλλον ἐκ χερῶν πέτροις.πυκνῇ δὲ νιφάδι πάντοθεν σποδούμενος