δεῖ τοὺς κατ’ οἶκον ὄντας ἐκπονεῖν τύχας.Πηλεῦ, σαφῶς ἤκουσας· οὐδ’ ἐμοὶ καλὸνκρύπτειν ἐν οἷς παροῦσα τυγχάνω κακοῖς·βασίλεια γὰρ τῶνδ’ οἴχεται φυγὰς δόμων.τίνος φόβου τυχοῦσα; διαπέραινέ μοι.πόσιν τρέμουσα, μὴ δόμων νιν ἐκβάλῃ.μῶν ἀντὶ παιδὸς θανασίμων βουλευμάτων;ναί, καὶ γυναικὸς αἰχμαλωτίδος φόβῳ.σὺν πατρὶ δ’ οἴκους ἢ τίνος λείπει μέτα;Ἀγαμέμνονός νιν παῖς βέβηκ’ ἄγων χθονός.ποίαν περαίνων ἐλπίδ’; ἦ γῆμαι θέλων;καὶ σῷ γε παιδὸς παιδὶ πορσύνων μόρον.κρυπτὸς καταστὰς ἢ κατ’ ὄμμ’ ἐλθὼν μάχῃ;ἁγνοῖς ἐν ἱεροῖς Λοξίου Δελφῶν μέτα.οἴμοι· τόδ’ ἤδη δεινόν. οὐχ ὅσον τάχοςχωρήσεταί τις Πυθικὴν πρὸς ἑστίανκαὶ τἀνθάδ’ ὄντα τοῖς ἐκεῖ λέξει φίλοις,πρὶν παῖδ’ Ἀχιλλέως κατθανεῖν ἐχθρῶν ὕπο;ὤμοι μοι·οἵας ὁ τλήμων ἀγγελῶν ἥκω τύχαςσοί τ’, ὦ γεραιέ, καὶ φίλοισι δεσπότου.αἰαῖ· πρόμαντις θυμὸς ὥς τι προσδοκᾷ.οὐκ ἔστι σοι παῖς παιδός, ὡς μάθῃς, γέρονΠηλεῦ· τοιάσδε φασγάνων πληγὰς ἔχειΔελφῶν ὑπ’ ἀνδρῶν καὶ Μυκηναίου ξένου.ἆ ἆ, τί δράσεις, ὦ γεραιέ; μὴ πέσῃς·ἔπαιρε σαυτόν.οὐδέν εἰμ’· ἀπωλόμην.φρούδη μὲν αὐδή, φροῦδα δ’ ἄρθρα μου κάτω.ἄκουσον, εἰ καὶ σοῖς φίλοις ἀμυναθεῖνχρῄζεις, τὸ πραχθέν, σὸν κατορθώσας δέμας.ὦ μοῖρα, γήρως ἐσχάτοις πρὸς τέρμασινοἵα με τὸν δύστηνον ἀμφιβᾶσ’ ἔχεις.πῶς δ’ οἴχεταί μοι παῖς μόνου παιδὸς μόνος;σήμαιν’· ἀκοῦσαι δ’ οὐκ ἀκούσθ’ ὅμως θέλω.ἐπεὶ τὸ κλεινὸν ἤλθομεν Φοίβου πέδον,τρεῖς μὲν φαεννὰς ἡλίου διεξόδουςθέᾳ διδόντες ὄμματ’ ἐξεπίμπλαμεν.καὶ τοῦθ’ ὕποπτον ἦν ἄρ’· εἰς δὲ συστάσειςκύκλους τ’ ἐχώρει λαὸς οἰκήτωρ θεοῦ.