μισεῖν σε φήσεις τήνδε καὶ τὸ δὴ νόθοντοῖς γνησίοισι πολέμιον πεφυκέναι·κακὴν ἄρ’ αὐτὴν ἔμπορον βίου λέγεις,εἰ δυσμενείᾳ σῇ τὰ φίλτατ’ ὤλεσεν.ἀλλ’ ὡς τὸ μῶρον ἀνδράσιν μὲν οὐκ ἔνι,γυναιξὶ δ’ ἐμπέφυκεν; οἶδ’ ἐγὼ νέους,οὐδὲν γυναικῶν ὄντας ἀσφαλεστέρους,ὅταν ταράξῃ Κύπρις ἡβῶσαν φρένα·τὸ δ’ ἄρσεν αὐτοὺς ὠφελεῖ προσκείμενον.νῦν οὖν — τί ταῦτα σοῖς ἁμιλλῶμαι λόγοιςνεκροῦ παρόντος μάρτυρος σαφεστάτου;ἔξερρε γαίας τῆσδ’ ὅσον τάχος φυγάς,καὶ μήτ’ Ἀθήνας τὰς θεοδμήτους μόλῃς,μήτ’ εἰς ὅρους γῆς ἧς ἐμὸν κρατεῖ δόρυ.εἰ γὰρ παθών γε σοῦ τάδ’ ἡσσηθήσομαι,οὐ μαρτυρήσει μ’ Ἴσθμιος Σίνις ποτὲκτανεῖν ἑαυτόν, ἀλλὰ κομπάζειν μάτην,οὐδ’ αἱ θαλάσσῃ σύννομοι Σκιρωνίδεςφήσουσι πέτραι τοῖς κακοῖς μ’ εἶναι βαρύν.οὐκ οἶδ’ ὅπως εἴποιμ’ ἂν εὐτυχεῖν τιναθνητῶν· τὰ γὰρ δὴ πρῶτ’ ἀνέστραπται πάλιν.πάτερ, μένος μὲν ξύστασίς τε σῶν φρενῶνδεινή· τὸ μέντοι πρᾶγμ’ ἔχον καλοὺς λόγους,εἴ τις διαπτύξειεν, οὐ καλὸν τόδε.ἐγὼ δ’ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον,ἐς ἥλικας δὲ κὠλίγους σοφώτερος.ἔχει δὲ μοῖραν καὶ τόδ’· οἱ γὰρ ἐν σοφοῖςφαῦλοι παρ’ ὄχλῳ μουσικώτεροι λέγειν.ὅμως δ’ ἀνάγκη, ξυμφορᾶς ἀφιγμένης,γλῶσσάν μ’ ἀφεῖναι. πρῶτα δ’ ἄρξομαι λέγειν,ὅθεν μ’ ὑπῆλθες πρῶτον ὡς διαφθερῶνκοὐκ ἀντιλέξοντ’. εἰσορᾷς φάος τόδεκαὶ γαῖαν· ἐν τοῖσδ’ οὐκ ἔνεστ’ ἀνὴρ ἐμοῦ,οὐδ’ ἢν σὺ μὴ φῇς, σωφρονέστερος γεγώς.ἐπίσταμαι γὰρ πρῶτα μὲν θεοὺς σέβειν,φίλοις τε χρῆσθαι μὴ ἀδικεῖν πειρωμένοις,ἀλλ’ οἷσιν αἰδὼς μήτ’ ἐπαγγέλλειν κακὰμήτ’ ἀνθυπουργεῖν αἰσχρὰ τοῖσι χρωμένοις·οὐκ ἐγγελαστὴς τῶν ὁμιλούντων, πάτερ,ἀλλ’ αὑτὸς οὐ παροῦσι κἀγγὺς ὢν φίλοις.