Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος,θεὰ κέκλημαι Κύπρις, οὐρανοῦ τ’ ἔσω·ὅσοι τε Πόντου τερμόνων τ’ Ἀτλαντικῶνναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου,τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη,σφάλλω δ’ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε·τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο.δείξω δὲ μύθων τῶνδ’ ἀλήθειαν τάχα·ὁ γάρ με Θησέως παῖς, Ἀμαζόνος τόκος,Ἱππόλυτος, ἁγνοῦ Πιτθέως παιδεύματα,μόνος πολιτῶν τῆσδε γῆς Τροζηνίαςλέγει κακίστην δαιμόνων πεφυκέναι,ἀναίνεται δὲ λέκτρα κοὐ ψαύει γάμων·Φοίβου δ’ ἀδελφὴν Ἄρτεμιν, Διὸς κόρην,τιμᾷ, μεγίστην δαιμόνων ἡγούμενος·χλωρὰν δ’ ἀν’ ὕλην παρθένῳ ξυνὼν ἀεὶκυσὶν ταχείαις θῆρας ἐξαιρεῖ χθονός,μείζω βροτείας προσπεσὼν ὁμιλίας.τούτοισι μέν νυν οὐ φθονῶ· τί γάρ με δεῖ;ἃ δ’ εἰς ἔμ’ ἡμάρτηκε, τιμωρήσομαιἹππόλυτον ἐν τῇδ’ ἡμέρᾳ· τὰ πολλὰ δὲπάλαι προκόψασ’ — οὐ πόνου πολλοῦ με δεῖ.ἐλθόντα γάρ νιν Πιτθέως ποτ’ ἐκ δόμωνσεμνῶν ἐς ὄψιν καὶ τέλη μυστηρίωνΠανδίονος γῆν, πατρὸς εὐγενὴς δάμαρἰδοῦσα Φαίδρα καρδίαν κατέσχετοἔρωτι δεινῷ τοῖς ἐμοῖς βουλεύμασιν.καὶ πρὶν μὲν ἐλθεῖν τήνδε γῆν Τροζηνίαν,πέτραν παρ’ αὐτὴν Παλλάδος, κατόψιονγῆς τῆσδε, ναὸν Κύπριδος ἐγκαθίσατο,ἐρῶσ’ ἔρωτ’ ἔκδημον· Ἱππολύτῳ δ’ ἔπιτὸ λοιπὸν ὠνόμαζ’ ἐνιδρῦσθαι θεάν.ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα,μίασμα φεύγων αἵματος Παλλαντιδῶν,καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα,ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν,ἐνταῦθα δὴ στένουσα κἀκπεπληγμένηκέντροις ἔρωτος ἡ τάλαιν’ ἀπόλλυταισιγῇ· ξύνοιδε δ’ οὔτις οἰκετῶν νόσον.