ἑνὸς δ’ ἄθικτος, ᾧ με νῦν ἑλεῖν δοκεῖς·λέχους γὰρ ἐς τόδ’ ἡμέρας ἁγνὸν δέμας·οὐκ οἶδα πρᾶξιν τήνδε πλὴν λόγῳ κλύωνγραφῇ τε λεύσσων· οὐδὲ ταῦτα γὰρ σκοπεῖνπρόθυμός εἰμι, παρθένον ψυχὴν ἔχων.καὶ δὴ τὸ σῶφρον τοὐμὸν οὐ πείθει σ’· ἴτω·δεῖ δή σε δεῖξαι τῷ τρόπῳ διεφθάρην.πότερα τὸ τῆσδε σῶμ’ ἐκαλλιστεύετοπασῶν γυναικῶν; ἢ σὸν οἰκήσειν δόμονἔγκληρον εὐνὴν προσλαβὼν ἐπήλπισα;μάταιος ἆρ’ ἦν, οὐδαμοῦ μὲν οὖν φρενῶν.ἀλλ’ ὡς τυραννεῖν ἡδύ; τοῖσι σώφροσινἥκιστά γ’, εἰ μὴ τὰς φρένας διέφθορενθνητῶν ὅσοισιν ἁνδάνει μοναρχία.ἐγὼ δ’ ἀγῶνας μὲν κρατεῖν Ἑλληνικοὺςπρῶτος θέλοιμ’ ἄν, ἐν πόλει δὲ δεύτεροςσὺν τοῖς ἀρίστοις εὐτυχεῖν ἀεὶ φίλοις.πράσσειν τε γὰρ πάρεστι, κίνδυνός τ’ ἀπὼνκρείσσω δίδωσι τῆς τυραννίδος χάριν.ἓν οὐ λέλεκται τῶν ἐμῶν, τὰ δ’ ἄλλ’ ἔχεις·εἰ μὲν γὰρ ἦν μοι μάρτυς οἷός εἰμ’ ἐγώ,καὶ τῆσδ’ ὁρώσης φέγγος ἠγωνιζόμην,ἔργοις ἂν εἶδες τοὺς κακοὺς διεξιών·νῦν δ’ ὅρκιόν σοι Ζῆνα καὶ πέδον χθονὸςὄμνυμι τῶν σῶν μήποθ’ ἅψασθαι γάμωνμηδ’ ἂν θελῆσαι μηδ’ ἂν ἔννοιαν λαβεῖν.ἦ τἄρ’ ὀλοίμην ἀκλεὴς ἀνώνυμος,ἄπολις ἄοικος, φυγὰς ἀλητεύων χθόνα,καὶ μήτε πόντος μήτε γῆ δέξαιτό μουσάρκας θανόντος, εἰ κακὸς πέφυκ’ ἀνήρ.εἰ δ’ ἥδε δειμαίνουσ’ ἀπώλεσεν βίονοὐκ οἶδ’· ἐμοὶ γὰρ οὐ θέμις πέρα λέγειν.ἐσωφρόνησεν οὐκ ἔχουσα σωφρονεῖν,ἡμεῖς δ’ ἔχοντες οὐ καλῶς ἐχρώμεθα.ἀρκοῦσαν εἶπας αἰτίας ἀποστροφήν,ὅρκους παρασχών, πίστιν οὐ σμικράν, θεῶν.ἆρ’ οὐκ ἐπῳδὸς καὶ γόης πέφυχ’ ὅδε,ὃς τὴν ἐμὴν πέποιθεν εὐοργησίᾳψυχὴν κρατήσειν, τὸν τεκόντ’ ἀτιμάσας;καὶ σοῦ γε ταὐτὰ κάρτα θαυμάζω, πάτερ·