τοὺς μὴ φρονοῦντας δυνατός ἐστ’ ἀναγκάσαι.ἀλλ’ οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ,δέδοικα μή σου γλῶσσ’ ὑπερβάλῃ κακοῖς.φεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριονσαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν,ὅστις τ’ ἀληθής ἐστιν ὅς τε μὴ φίλος,δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν,τὴν μὲν δικαίαν, τὴν δ’ ὅπως ἐτύγχανεν,ὡς ἡ φρονοῦσα τἄδικ’ ἐξηλέγχετοπρὸς τῆς δικαίας, κοὐκ ἂν ἠπατώμεθα.ἀλλ’ ἦ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχειφίλων, νοσοῦμεν δ’ οὐδὲν ὄντες αἴτιοι;ἔκ τοι πέπληγμαι· σοὶ γὰρ ἐκπλήσσουσί μελόγοι παραλλάσσοντες ἔξεδροι φρενῶν.φεῦ τῆς βροτείας· ποῖ προβήσεται; φρενός.τί τέρμα τόλμης καὶ θράσους γενήσεται;εἰ γὰρ κατ’ ἀνδρὸς βίοτον ἐξογκώσεται,ὁ δ’ ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴνπανοῦργος ἔσται, θεοῖσι προσβαλεῖν χθονὶἄλλην δεήσει γαῖαν, ἣ χωρήσεταιτοὺς μὴ δικαίους καὶ κακοὺς πεφυκότας.σκέψασθε δ’ ἐς τόνδ’, ὅστις ἐξ ἐμοῦ γεγὼςᾔσχυνε τἀμὰ λέκτρα κἀξελέγχεταιπρὸς τῆς θανούσης ἐμφανῶς κάκιστος ὤν.δεῖξον δ’, ἐπειδή γ’ ἐς μίασμ’ ἐλήλυθας,τὸ σὸν πρόσωπον δεῦρ’ ἐναντίον πατρί.σὺ δὴ θεοῖσιν ὡς περισσὸς ὢν ἀνὴρξύνει; σὺ σώφρων καὶ κακῶν ἀκήρατος;οὐκ ἂν πιθοίμην τοῖσι σοῖς κόμποις ἐγὼθεοῖσι προσθεὶς ἀμαθίαν φρονεῖν κακῶς.ἤδη νυν αὔχει καὶ δι’ ἀψύχου βορᾶςσίτοις καπήλευ’, Ὀρφέα τ’ ἄνακτ’ ἔχωνβάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς·ἐπεί γ’ ἐλήφθης. τοὺς δὲ τοιούτους ἐγὼφεύγειν προφωνῶ πᾶσι· θηρεύουσι γὰρσεμνοῖς λόγοισιν, αἰσχρὰ μηχανώμενοι.τέθνηκεν ἥδε· τοῦτό σ’ ἐκσώσειν δοκεῖς;ἐν τῷδ’ ἁλίσκῃ πλεῖστον, ὦ κάκιστε σύ·ποῖοι γὰρ ὅρκοι κρείσσονες, τίνες λόγοιτῆσδ’ ἂν γένοιντ’ ἄν, ὥστε σ’ αἰτίαν φυγεῖν;