τόδε μὲν οὐκέτι στόματος ἐν πύλαιςκαθέξω δυσεκπέρατον, ὀλοὸνκακόν· ἰὼ πόλις.Ἱππόλυτος εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖνβίᾳ, τὸ σεμνὸν Ζηνὸς ὄμμ’ ἀτιμάσας.ἀλλ’, ὦ πάτερ Πόσειδον, ἃς ἐμοί ποτεἀρὰς ὑπέσχου τρεῖς, μιᾷ κατέργασαιτούτων ἐμὸν παῖδ’, ἡμέραν δὲ μὴ φύγοιτήνδ’, εἴπερ ἡμῖν ὤπασας σαφεῖς ἀράς.ἄναξ, ἀπεύχου ταῦτα πρὸς θεῶν πάλιν·γνώσῃ γὰρ αὖθις ἀμπλακών. ἐμοὶ πιθοῦ.οὐκ ἔστι· καὶ πρός γ’ ἐξελῶ σφε τῆσδε γῆς,δυοῖν δὲ μοίραιν θατέρᾳ πεπλήξεται·ἢ γὰρ Ποσειδῶν αὐτὸν εἰς Ἅιδου δόμουςθανόντα πέμψει τὰς ἐμὰς ἀρὰς σέβων,ἢ τῆσδε χώρας ἐκπεσὼν ἀλώμενοςξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσει βίον.καὶ μὴν ὅδ’ αὐτὸς παῖς σὸς ἐς καιρὸν πάρα,Ἱππόλυτος· ὀργῆς δ’ ἐξανεὶς κακῆς, ἄναξΘησεῦ, τὸ λῷστον σοῖσι βούλευσαι δόμοις.κραυγῆς ἀκούσας σῆς ἀφικόμην, πάτερ,σπουδῇ· τὸ μέντοι πρᾶγμ’ ἐφ’ ᾧτινι στένειςοὐκ οἶδα, βουλοίμην δ’ ἂν ἐκ σέθεν κλύειν.ἔα, τί χρῆμα; σὴν δάμαρθ’ ὁρῶ, πάτερ,νεκρόν· μεγίστου θαύματος τόδ’ ἄξιον·ἣν ἀρτίως ἔλειπον, ἣ φάος τόδεοὔπω χρόνον παλαιὸν εἰσεδέρκετο.τί χρῆμα πάσχει; τῷ τρόπῳ διόλλυται;πάτερ, πυθέσθαι βούλομαι σέθεν πάρα.σιγᾷς· σιωπῆς δ’ οὐδὲν ἔργον ἐν κακοῖς·ἡ γὰρ ποθοῦσα πάντα καρδία κλύεινκἀν τοῖς κακοῖσι λίχνος οὖσ’ ἁλίσκεται.οὐ μὴν φίλους γε κἄτι μᾶλλον ἢ φίλουςκρύπτειν δίκαιον σάς, πάτερ, δυσπραξίας.ὦ πόλλ’ ἁμαρτάνοντες ἄνθρωποι μάτην,τί δὴ τέχνας μὲν μυρίας διδάσκετεκαὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε,ἓν δ’ οὐκ ἐπίστασθ’ οὐδ’ ἐθηράσασθέ πω,φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς;δεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖν