στέγει τύραννον δῶμα προσπόλων ἐμῶν;ὤμοι μοι σέθεν,μέλεος, οἷον εἶδον ἄλγος δόμων,οὐ τλητὸν οὐδὲ ῥητόν. ἀλλ’ ἀπωλόμην·ἔρημος οἶκος, καὶ τέκν’ ὀρφανεύεται.ἔλιπες οὓς ἔτεκες, ἔλιπες, ὦ φίλαγυναικῶν ἀρίστα θ’ ὁπόσας ὁρᾷφέγγος ἀελίουτε καὶ νυκτὸς ἀστερωπὸν σέλας.ἰὼ τάλας· ὦ τάλας· ὅσον κακὸν ἔχει δόμος.δάκρυσί μου βλέφαρακαταχυθέντα τέγγεται σᾷ τύχᾳ·τὸ δ’ ἐπὶ τῷδε πῆμα φρίσσω πάλαι.ἔα ἔα·τί δή ποθ’ ἥδε δέλτος ἐκ φίλης χερὸςἠρτημένη; θέλει τι σημῆναι νέον;ἀλλ’ ἦ λέχους μοι καὶ τέκνων ἐπιστολὰςἔγραψεν ἡ δύστηνος, ἐξαιτουμένη;θάρσει, τάλαινα· λέκτρα γὰρ τὰ Θησέωςοὐκ ἔστι δῶμά θ’ ἥτις εἴσεισιν γυνή.καὶ μὴν τύποι γε σφενδόνης χρυσηλάτουτῆς οὐκέτ’ οὔσης τῆσδε προσσαίνουσί με.φέρ’, ἐξελίξας περιβολὰς σφραγισμάτωνἴδω τί λέξαι δέλτος ἥδε μοι θέλει.— φεῦ φεῦ· τόδ’ αὖ νεοχμὸν ἐκδοχαῖςἐπιφέρει θεὸς κακόν. ἐμοὶ μὲν οὖνἀβίοτος βίου τύχα πρὸς τὸ κρανθέν· εἴη τυχεῖν.— ὀλομένους γάρ, οὐκέτ’ ὄντας λέγω,φεῦ φεῦ, τῶν ἐμῶν τυράννων δόμους.— ὦ δαῖμον, εἴ πως ἔστι, μὴ σφήλῃς δόμους,αἰτουμένης δὲ κλῦθί μου· πρὸς γάρ τινοςοἰωνὸν ὥστε μάντις εἰσορῶ κακοῦ.οἴμοι· τόδ’ οἷον ἄλλο πρὸς κακῷ κακόν,οὐ τλητὸν οὐδὲ λεκτόν. ὦ τάλας ἐγώ.τί χρῆμα; λέξον, εἴ τί μοι λόγου μέτα.βοᾷ βοᾷ δέλτος ἄλαστα. πᾷ φύγωβάρος κακῶν; ἀπὸ γὰρ ὀλόμενος οἴχομαι,οἷον οἷον εἶδον ἐν γραφαῖς μέλοςφθεγγόμενον τλάμων.αἰαῖ, κακῶν ἀρχηγὸν ἐκφαίνεις λόγον.