λύπῃ παχνωθεῖσ’, ἢ ἀπὸ συμφορᾶς τινος;τοσοῦτον ἴσμεν· ἄρτι γὰρ κἀγὼ δόμοις,Θησεῦ, πάρειμι σῶν κακῶν πενθήτρια.αἰαῖ· τί δῆτα τοῖσδ’ ἀνέστεμμαι κάραπλεκτοῖσι φύλλοις, δυστυχὴς θεωρὸς ὤν;χαλᾶτε κλῇθρα, πρόσπολοι, πυλωμάτων,ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω πικρὰν θέανγυναικός, ἥ με κατθανοῦσ’ ἀπώλεσεν.— ἰὼ ἰὼ τάλαινα μελέων κακῶν·ἔπαθες, εἰργάσωτοσοῦτον ὥστε τούσδε συγχέαι δόμους.— αἰαῖ τόλμας, ὦ βιαίως θανοῦσ’ἀνοσίῳ τε συμφορᾷ, σᾶς χερὸςπάλαισμα μελέας.— τίς ἄρα σάν, τάλαιν’, ἀμαυροῖ ζόαν;ὤμοι ἐγὼ πόνων· ἔπαθον, ὦ πόλις,τὰ μάκιστ’ ἐμῶν κακῶν. ὦ τύχα,ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης,κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός.κατακονὰ μὲν οὖν ἀβίοτος βίου·κακῶν δ’, ὢ τάλας, πέλαγος εἰσορῶτοσοῦτον ὥστε μήποτ’ ἐκνεῦσαι πάλιν,μηδ’ ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς.τίνα λόγον τάλας, τίνα τύχαν σέθενβαρύποτμον, γύναι, προσαυδῶν τύχω;ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ,πήδημ’ ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι.αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη.πρόσωθεν δέ ποθεν ἀνακομίζομαιτύχαν δαιμόνωνἀμπλακίαισι τῶν πάροιθέν τινος.οὐ σοὶ τάδ’, ὦναξ, ἦλθε δὴ μόνῳ κακά,πολλῶν μετ’ ἄλλων δ’ ὤλεσας κεδνὸν λέχος.τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφαςμετοικεῖν σκότῳ θανὼν ὁ τλάμων,τῆς σῆς στερηθεὶς φιλτάτης ὁμιλίας·ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.τίνος κλύω; πόθεν θανάσιμος τύχα,γύναι, σὰν ἔβα, τάλαινα, καρδίαν;εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλον