ἀλλ’, ὦ φίλη δέσποινα, χρυσέας κόμηςἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο.μόνῳ γάρ ἐστι τοῦτ’ ἐμοὶ γέρας βροτῶν·σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι,κλύων μὲν αὐδήν, ὄμμα δ’ οὐχ ὁρῶν τὸ σόν.τέλος δὲ κάμψαιμ’ ὥσπερ ἠρξάμην βίου.ἄναξ — θεοὺς γὰρ δεσπότας καλεῖν χρεών —ἆρ’ ἄν τί μου δέξαιο βουλεύσαντος εὖ;καὶ κάρτα γ’· ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθ’ ἄν.οἶσθ’ οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμοςοὐκ οἶδα· τοῦ δὲ καί μ’ ἀνιστορεῖς πέρι;μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον.ὀρθῶς γε· τίς δ’ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν;ἐν δ’ εὐπροσηγόροισιν ἔστι τις χάρις;πλείστη γε, καὶ κέρδος γε σὺν μόχθῳ βραχεῖ.ἦ κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε;εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα.πῶς οὖν σὺ σεμνός, δαίμον’ οὐ προσεννέπωντίν’; εὐλαβοῦ δὲ μή τί σου σφαλῇ στόμα.τήνδ’, ἣ πύλαισι σαῖς ἐφέστηκεν Κύπρις.πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι.σεμνός γε μέντοι κἀπίσημος ἐν βροτοῖς.ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει.εὐδαιμονοίης νοῦν ἔχων ὅσον σε δεῖ.οὐδείς μ’ ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν.τιμαῖσιν, ὦ παῖ, δαιμόνων χρῆσθαι χρεών.χωρεῖτ’, ὀπαδοί, καὶ παρελθόντες δόμουςσίτων μέλεσθε· τερπνὸν ἐκ κυναγίαςτράπεζα πλήρης· καὶ καταψήχειν χρεὼνἵππους, ὅπως ἂν ἅρμασιν ζεύξας ὕποβορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα.τὴν σὴν δὲ Κύπριν πόλλ’ ἐγὼ χαίρειν λέγω.ἡμεῖς δέ — τοὺς νέους γὰρ οὐ μιμητέον,φρονοῦντας οὕτως — ὡς πρέπει δούλοις λέγειν,προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν,δέσποινα Κύπρι. χρὴ δὲ συγγνώμην ἔχειν,εἴ τίς σ’ ὑφ’ ἥβης σπλάγχνον ἔντονον φέρωνμάταια βάζει· μὴ δόκει τούτων κλύειν·σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς.Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται,