βαπτὰν κάλπισι ῥυτὰν πα-γὰν προιεῖσα κρημνῶν·ὅθι μοί τις ἦν φίλαπορφύρεα φάρεαποταμίᾳ δρόσῳτέγγουσα, θερ-μᾶς δ’ ἐπὶ νῶτα πέτρας εὐ-αλίου κατέβαλλ’· ὅθενμοι πρώτα φάτις ἦλθε δεσποίνας·τειρομέναν νοσερᾷ κοίτᾳ δέμας ἐντὸς ἔχεινοἴκων, λεπτὰ δὲ φάρη ξάν-θαν κεφαλὰν σκιάζειν·τριτάταν δέ νιν κλύωτάνδ’ ἀβρωσίᾳστόματος ἁμέρανΔάματρος ἀ-κτᾶς δέμας ἁγνὸν ἴσχειν, κρυ-πτῷ πένθει θανάτου θέλου-σαν κέλσαι ποτὶ τέρμα δύστανον.— ἦ σὺ γ’ ἔνθεος, ὦ κούρα,εἴτ’ ἐκ Πανὸς εἴθ’ Ἑκάταςἢ σεμνῶν Κορυβάντων φοι-τᾷς ἢ ματρὸς ὀρείας;— σὺ δ’ ἀμφὶ τὰν πολύθηρον Δί-κτυνναν ἀμπλακίαις ἀνίε-ρος ἀθύτων πελάνων τρύχῃ;φοιτᾷ γὰρ καὶ διὰ λίμναςχέρσον θ’ ὑπὲρ πελάγουςδίναις ἐν νοτίαις ἅλμας.— ἢ πόσιν, τὸν Ἐρεχθειδᾶνἀρχαγόν, τὸν εὐπατρίδαν,ποιμαίνει τις ἐν οἴκοις κρυ-πτὰ κοίτα λεχέων σῶν;— ἢ ναυβάτας τις ἔπλευσεν Κρή-τας ἔξορμος ἀνὴρ λιμένατὸν εὐξεινότατον ναύταις,φήμαν πέμπων βασιλείᾳ,λύπᾳ δ’ ὑπὲρ παθέωνεὐναία δέδεται ψυχά;— φιλεῖ δὲ τᾷ δυστρόπῳ γυναικῶν