ἀλλ’ οὔτι ταύτῃ τόνδ’ ἔρωτα χρὴ πεσεῖν·δείξω δὲ Θησεῖ πρᾶγμα, κἀκφανήσεται.καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίανκτενεῖ πατὴρ ἀραῖσιν, ἃς ὁ πόντιοςἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας,μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῷ.ἣ δ’ εὐκλεὴς μέν, ἀλλ’ ὅμως ἀπόλλυται,Φαίδρα· τὸ γὰρ τῆσδ’ οὐ προτιμήσω κακὸντὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶδίκην τοσαύτην ὥστ’ ἐμοὶ καλῶς ἔχειν.ἀλλ’, εἰσορῶ γὰρ τόνδε παῖδα Θησέωςστείχοντα, θήρας μόχθον ἐκλελοιπότα,Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων.πολὺς δ’ ἅμ’ αὐτῷ προσπόλων ὀπισθόπουςκῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰνὕμνοισιν· οὐ γὰρ οἶδ’ ἀνεῳγμένας πύλαςἍιδου, φάος δὲ λοίσθιον βλέπων τόδε.ἕπεσθ’ ἀείδοντες ἕπεσθετὰν Διὸς οὐρανίανἌρτεμιν, ᾇ μελόμεσθα.πότνια πότνια σεμνοτάτα,Ζανὸς γένεθλον,χαῖρε, χαῖρέ μοι, ὦ κόραΛατοῦς Ἄρτεμι καὶ Διός,καλλίστα πολὺ παρθένων,ἃ μέγαν κατ’ οὐρανὸνναίεις εὐπατέρειαν αὐ-λάν, Ζηνὸς πολύχρυσον οἶκον.χαῖρέ μοι, ὦ καλλίστα καλ-λίστα τῶν κατ’ Ὄλυμπον.παρθένων, Ἄρτεμι.σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτουλειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω,ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰοὔτ’ ἦλθέ πω σίδαρος, ἀλλ’ ἀκήρατονμέλισσα λειμῶν’ ἠρινὴ διέρχεται,Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις·ὅσοις διδακτὸν μηδέν, ἀλλ’ ἐν τῇ φύσειτὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάνθ’ ὁμῶς,τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ’ οὐ θέμις.