πείρου τε γᾶς ἔβασαν.ἀνθ’ ὧν, οὐχ ὁσίων ἐρώ-των δεινᾷ φρένας Ἀφροδί-τας νόσῳ κατεκλάσθη·χαλεπᾷ δ’ ὑπέραντλος οὖσα συμφορᾷ τεράμνωνἀπὸ νυμφιδίων κρεμαστὸν ἅψεται ἀμφὶ βρόχονλευκᾷ καθαρμόζουσα δεί-ρᾳ, δαίμονα στυγνὸν καται-δεσθεῖσα, τὰν δ’ εὔδοξον ἀνθ-αιρουμένα φήμαν, ἀπαλ-λάσσουσά τ’ ἀλ-γεινὸν φρενῶν ἔρωτα.ἰοὺ ἰού·βοηδρομεῖτε πάντες οἱ πέλας δόμων·ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ.— φεῦ φεῦ, πέπρακται· βασιλὶς οὐκέτ’ ἔστι δὴγυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη.οὐ σπεύσετ’; οὐκ οἴσει τις ἀμφιδέξιονσίδηρον, ᾧ τόδ’ ἅμμα λύσομεν δέρης;— φίλαι, τί δρῶμεν; ἢ δοκεῖ περᾶν δόμουςλῦσαί τ’ ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων;— τί δ’; οὐ πάρεισι πρόσπολοι νεανίαι;τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου.ὀρθώσατ’ ἐκτείνοντες ἄθλιον νέκυν·πικρὸν τόδ’ οἰκούρημα δεσπόταις ἐμοῖς.— ὄλωλεν ἡ δύστηνος, ὡς κλύω, γυνή·ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή.γυναῖκες, ἴστε τίς ποτ’ ἐν δόμοις βοή;ἠχὼ βαρεῖα προσπόλων ἀφίκετο.οὐ γάρ τί μ’ ὡς θεωρὸν ἀξιοῖ δόμοςπύλας ἀνοίξας εὐφρόνως προσεννέπειν.μῶν Πιτθέως τι γῆρας εἴργασται νέον;πρόσω μὲν ἤδη βίοτος, ἀλλ’ ὅμως ἔτ’ ἂνλυπηρὸς ἡμῖν τούσδ’ ἂν ἐκλίποι δόμους.οὐκ ἐς γέροντας ἥδε σοι τείνει τύχη,Θησεῦ· νέοι θανόντες ἀλγυνοῦσί σε.οἴμοι· τέκνων μοι μή τι συλᾶται βίος;ζῶσιν, θανούσης μητρὸς ὡς ἄλγιστά σοι.τί φῄς; ὄλωλεν ἄλοχος; ἐκ τίνος τύχης;βρόχον κρεμαστὸν ἀγχόνης ἀνήψατο.