καὶ σύ γ’ εὖ με νουθέτει.ἐγὼ δὲ Κύπριν, ἥπερ ἐξόλλυσί με,ψυχῆς ἀπαλλαχθεῖσα τῇδ’ ἐν ἡμέρᾳτέρψω· πικροῦ δ’ ἔρωτος ἡσσηθήσομαι.ἀτὰρ κακόν γε χἁτέρῳ γενήσομαιθανοῦσ’, ἵν’ εἰδῇ μὴ ’πὶ τοῖς ἐμοῖς κακοῖςὑψηλὸς εἶναι· τῆς νόσου δὲ τῆσδέ μοικοινῇ μετασχὼν σωφρονεῖν μαθήσεται.Ἠλιβάτοις ὑπὸ κευθμῶσι γενοίμαν,ἵνα με πτεροῦσσαν ὄρνιν ἀγέλῃσιποταναῖς θεὸς ἐνθείη·ἀρθείην δ’ ἐπὶ πόντιονκῦμα τᾶς Ἀδριηνᾶςἀκτᾶς Ἠριδανοῦ θ’ ὕδωρ·ἔνθα πορφύρεον σταλάσ-σουσιν ἐς οἶδμα πατρὸς τάλαι-ναι κόραι Φαέθοντος οἴ-κτῳ δακρύωντὰς ἠλεκτροφαεῖς αὐγάς.Ἑσπερίδων δ’ ἐπὶ μηλόσπορον ἀκτὰνἀνύσαιμι τᾶν ἀοιδῶν, ἵν’ ὁ ποντο-μέδων πορφυρέας λίμναςναύταις οὐκέθ’ ὁδὸν νέμει,σεμνὸν τέρμονα κυρῶνοὐρανοῦ, τὸν Ἄτλας ἔχει·κρῆναί τ’ ἀμβρόσιαι χέον-ται Ζηνὸς μελάθρων παρὰ κοί-ταις, ἵν’ ἁ βιόδωρος αὔ-ξει ζαθέαχθὼν εὐδαιμονίαν θεοῖς.ὦ λευκόπτερε Κρησίαπορθμίς, ἃ διὰ πόντιονκῦμ’ ἁλίκτυπον ἅλμαςἐπόρευσας ἐμὰν ἄνασσαν ὀλβίων ἀπ’ οἴκων,κακονυμφοτάταν ὄνασιν. ἦ γὰρ ἀπ’ ἀμφοτέρωνἁ Κρησίας ἐκ γᾶς δύσορ-νις ἔπτατο κλεινὰς Ἀθή-νας· Μουνίχου δ’ ἀκταῖσιν ἐκ-δήσαντο πλεκτὰς πεισμάτωνἀρχάς, ἐπ’ ἀ-