οὐκ εἶπον — οὐ σῆς προυνοησάμην φρενός; —σιγᾶν ἐφ’ οἷσι νῦν ἐγὼ κακύνομαι;σὺ δ’ οὐκ ἀνέσχου· τοιγὰρ οὐκέτ’ εὐκλεεῖςθανούμεθ’. ἀλλὰ δεῖ με δὴ καινῶν λόγων.οὗτος γὰρ ὀργῇ συντεθηγμένος φρέναςἐρεῖ καθ’ ἡμῶν πατρὶ σὰς ἁμαρτίας,ἐρεῖ δὲ Πιτθεῖ τῷ γέροντι συμφοράς,πλήσει τε πᾶσαν γαῖαν αἰσχίστων λόγων.ὄλοιο καὶ σὺ χὥστις ἄκοντας φίλουςπρόθυμός ἐστι μὴ καλῶς εὐεργετεῖν.δέσποιν’, ἔχεις μὲν τἀμὰ μέμψασθαι κακά·τὸ γὰρ δάκνον σου τὴν διάγνωσιν κρατεῖ·ἔχω δὲ κἀγὼ πρὸς τάδ’, εἰ δέξῃ, λέγειν.ἔθρεψά σ’ εὔνους τ’ εἰμί· τῆς νόσου δέ σοιζητοῦσα φάρμαχ’ ηὗρον οὐχ ἁβουλόμην.εἰ δ’ εὖ γ’ ἔπραξα, κάρτ’ ἂν ἐν σοφοῖσιν ἦ·πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.ἦ γὰρ δίκαια ταῦτα κἀξαρκοῦντά μοι,τρώσασαν ἡμᾶς εἶτα συγχωρεῖν λόγοις;μακρηγοροῦμεν· οὐκ ἐσωφρόνουν ἐγώ.ἀλλ’ ἔστι κἀκ τῶνδ’ ὥστε σωθῆναι, τέκνον.παῦσαι λέγουσα· καὶ τὰ πρὶν γὰρ οὐ καλῶςπαρῄνεσάς μοι κἀπεχείρησας κακά.ἀλλ’ ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέριφρόντιζ’· ἐγὼ γὰρ τἀμὰ θήσομαι καλῶς.ὑμεῖς δέ, παῖδες εὐγενεῖς Τροζήνιαι,τοσόνδε μοι παράσχετ’ ἐξαιτουμένῃ,σιγῇ καλύπτειν ἁνθάδ’ εἰσηκούσατε.ὄμνυμι σεμνὴν Ἄρτεμιν, Διὸς κόρην,μηδὲν κακῶν σῶν ἐς φάος δείξειν ποτέ.καλῶς ἔλεξας· ἓν δὲ προτρέπουσ’ ἐγὼεὕρημα δῆτα τῆσδε συμφορᾶς ἔχω,ὥστ’ εὐκλεᾶ μὲν παισὶ προσθεῖναι βίον,αὐτή τ’ ὀνάσθαι πρὸς τὰ νῦν πεπτωκότα.οὐ γάρ ποτ’ αἰσχυνῶ γε Κρησίους δόμους,οὐδ’ ἐς πρόσωπον Θησέως ἀφίξομαιαἰσχροῖς ἐπ’ ἔργοις οὕνεκα ψυχῆς μιᾶς.μέλλεις δὲ δὴ τί δρᾶν ἀνήκεστον κακόν;θανεῖν· ὅπως δέ, τοῦτ’ ἐγὼ βουλεύσομαι.εὔφημος ἴσθι.