ἄφθογγα δ’ αὐταῖς συγκατοικίζειν δάκηθηρῶν, ἵν’ εἶχον μήτε προσφωνεῖν τιναμήτ’ ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν.νῦν δ’ αἳ μὲν ἔνδον δρῶσιν αἱ κακαὶ κακὰβουλεύματ’, ἔξω δ’ ἐκφέρουσι πρόσπολοι.ὡς καὶ σύ γ’ ἡμῖν πατρός, ὦ κακὸν κάρα,λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς·ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι,ἐς ὦτα κλύζων. πῶς ἂν οὖν εἴην κακός,ὃς οὐδ’ ἀκούσας τοιάδ’ ἁγνεύειν δοκῶ;εὖ δ’ ἴσθι, τοὐμόν σ’ εὐσεβὲς σῴζει, γύναι·εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ᾑρέθην,οὐκ ἄν ποτ’ ἔσχον μὴ οὐ τάδ’ ἐξειπεῖν πατρί.νῦν δ’ ἐκ δόμων μέν, ἔστ’ ἂν ἔκδημος χθονὸςΘησεύς, ἄπειμι· σῖγα δ’ ἕξομεν στόμα.θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶπῶς νιν προσόψῃ καὶ σὺ καὶ δέσποινα σή·τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος.ὄλοισθε. μισῶν δ’ οὔποτ’ ἐμπλησθήσομαιγυναῖκας, οὐδ’ εἴ φησί τίς μ’ ἀεὶ λέγειν·ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί.ἤ νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω,ἢ κἄμ’ ἐάτω ταῖσδ’ ἐπεμβαίνειν ἀεί.τάλανες ὦ κακοτυχεῖςγυναικῶν πότμοι.τίνα νῦν ἢ τέχναν ἔχομεν ἢ τίναςσφαλεῖσαι κάθαμμα λύειν λόγους;ἐτύχομεν δίκας· ἰὼ γᾶ καὶ φῶς.πᾷ ποτ’ ἐξαλύξω τύχας;πῶς δὲ πῆμα κρύψω, φίλαι;τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶνπάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργωνφανείη; τὸ γὰρ παρ’ ἡμῖν πάθοςπέραν δυσεκπέρατον ἔρχεται βίου.κακοτυχεστάτα γυναικῶν ἐγώ.φεῦ φεῦ· πέπρακται, κοὐ κατώρθωνται τέχναι,δέσποινα, τῆς σῆς προσπόλου, κακῶς δ’ ἔχει.ὦ παγκακίστη καὶ φίλων διαφθορεῦ,οἷ’ εἰργάσω με. Ζεύς σε γεννήτωρ ἐμὸςπρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.