οὐ μὴ προσοίσεις χεῖρα μηδ’ ἅψῃ πέπλων.ὦ πρός σε γονάτων, μηδαμῶς μ’ ἐξεργάσῃ.τί δ’, εἴπερ, ὡς φῄς, μηδὲν εἴρηκας κακόν;ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε.τά τοι κάλ’ ἐν πολλοῖσι κάλλιον λέγειν.ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσῃς.ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος.ὦ παῖ, τί δράσεις; σοὺς φίλους διεργάσῃ;ἀπέπτυσ’· οὐδεὶς ἄδικός ἐστί μοι φίλος.σύγγνωθ’· ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον.ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸνγυναῖκας ἐς φῶς ἡλίου κατῴκισας;εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος,οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε,ἀλλ’ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺςἢ χρυσὸν ἢ σίδηρον ἢ χαλκοῦ βάροςπαίδων πρίασθαι σπέρμα, τοῦ τιμήματοςτῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασινναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.νῦν δ’ ἐς δόμους μὲν πρῶτον ἄξεσθαι κακὸνμέλλοντες ὄλβον δωμάτων ἐκπίνομεν.τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα·προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρφερνὰς ἀπῴκισ’, ὡς ἀπαλλαχθῇ κακοῦ.ὁ δ’ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸνγέγηθε κόσμον προστιθεὶς ἀγάλματικαλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖδύστηνος, ὄλβον δωμάτων ὑπεξελών.ἔχει δ’ ἀνάγκην, ὥστε κηδεύσας καλοῖςγαμβροῖσι χαίρων σῴζεται πικρὸν λέχος,ἢ χρηστὰ λέκτρα, πενθεροὺς δ’ ἀνωφελεῖςλαβὼν πιέζει τἀγαθῷ τὸ δυστυχές.ῥᾷστον δ’ ὅτῳ τὸ μηδέν, ἀλλ’ ἀνωφελὴςεὐηθίᾳ κατ’ οἶκον ἵδρυται γυνή.σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γ’ ἐμοῖς δόμοιςεἴη φρονοῦσα πλείον’ ἢ γυναῖκα χρή.τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπριςἐν ταῖς σοφαῖσιν· ἡ δ’ ἀμήχανος γυνὴγνώμῃ βραχείᾳ μωρίαν ἀφῃρέθη.χρῆν δ’ ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν,