χου νυμφευσαμένα πότμῳφονίῳ κατηύνασεν.δεινὰ γὰρ παντᾷ ποτιπνεῖ, μέλισσα δ’οἵα τις πεπόταται.σιγήσατ’, ὦ γυναῖκες· ἐξειργάσμεθα.τί δ’ ἔστι, Φαίδρα, δεινὸν ἐν δόμοισί σοι;ἐπίσχετ’, αὐδὴν τῶν ἔσωθεν ἐκμάθω.σιγῶ· τὸ μέντοι φροίμιον κακὸν τόδε.ἰώ μοι, αἰαῖ·ὦ δυστάλαινα τῶν ἐμῶν παθημάτων.τίνα θροεῖς αὐδάν; τίνα βοᾷς λόγον;ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι,φρένας ἐπίσσυτος;ἀπωλόμεσθα. ταῖσδ’ ἐπιστᾶσαι πύλαιςἀκούσαθ’ οἷος κέλαδος ἐν δόμοις πίτνει.σὺ παρὰ κλῇθρα, σοὶ μέλει πομπίμαφάτις δωμάτων.ἔνεπε δ’ ἔνεπέ μοι, τί ποτ’ ἔβα κακόν;ὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾷἹππόλυτος, αὐδῶν δεινὰ πρόσπολον κακά.ἀχὰν μὲν κλύω, σαφὲς δ’ οὐκ ἔχω·γεγωνεῖ δ’ ὅπᾳδιὰ πύλας ἔμολεν ἔμολε σοὶ βοά.καὶ μὴν σαφῶς γε τὴν κακῶν προμνήστριαν,τὴν δεσπότου προδοῦσαν ἐξαυδᾷ λέχος.ὤμοι ἐγὼ κακῶν· προδέδοσαι, φίλα.τί σοι μήσομαι;τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δ’ ὄλλυσαι —αἰαῖ, ἒ ἔ.πρόδοτος ἐκ φίλων.ἀπώλεσέν μ’ εἰποῦσα συμφορὰς ἐμάς,φίλως, καλῶς δ’ οὐ τήνδ’ ἰωμένη νόσον.πῶς οὖν; τί δράσεις, ὦ παθοῦσ’ ἀμήχανα;οὐκ οἶδα πλὴν ἕν· κατθανεῖν ὅσον τάχος,τῶν νῦν παρόντων πημάτων ἄκος μόνον.ὦ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί,οἵων λόγων ἄρρητον εἰσήκουσ’ ὄπα.σίγησον, ὦ παῖ, πρίν τιν’ αἰσθέσθαι βοῆς.οὐκ ἔστ’ ἀκούσας δείν’ ὅπως σιγήσομαι.ναὶ πρός σε τῆς σῆς δεξιᾶς εὐωλένου.