οὐκ οἶδ’· ὀνάσθαι, μὴ μαθεῖν βούλου, τέκνον.δέδοιχ’ ὅπως μοι μὴ λίαν φανῇς σοφή.πάντ’ ἂν φοβηθεῖσ’ ἴσθι· δειμαίνεις δὲ τί;μή μοί τι Θησέως τῶνδε μηνύσῃς τόκῳ.ἔασον, ὦ παῖ· ταῦτ’ ἐγὼ θήσω καλῶς.μόνον σύ μοι, δέσποινα ποντία Κύπρι,συνεργὸς εἴης. τἄλλα δ’ οἷ’ ἐγὼ φρονῶτοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις.Ἔρως Ἔρως, ὃ κατ’ ὀμμάτωνστάζεις πόθον, εἰσάγων γλυκεῖανψυχᾷ χάριν οὓς ἐπιστρατεύσῃ,μή μοί ποτε σὺν κακῷ φανείηςμηδ’ ἄρρυθμος ἔλθοις.οὔτε γὰρ πυρὸς οὔτ’ ἄστρων ὑπέρτερον βέλος,οἷον τὸ τᾶς Ἀφροδίταςἵησιν ἐκ χερῶνἜρως, ὁ Διὸς παῖς.ἄλλως ἄλλως παρά τ’ ἈλφεῷΦοίβου τ’ ἐπὶ Πυθίοις τεράμνοιςβούταν φόνον Ἑλλὰς αἶ’ ἀέξει·Ἔρωτα δέ, τὸν τύραννον ἀνδρῶν,τὸν τᾶς Ἀφροδίταςφιλτάτων θαλάμων κλῃδοῦχον, οὐ σεβίζομεν,πέρθοντα καὶ διὰ πάσαςἰόντα συμφορᾶςθνατοῖς, ὅταν ἔλθῃ.τὰν μὲν Οἰχαλίᾳπῶλον ἄζυγα λέκτρων, ἄναν-δρον τὸ πρὶν καὶ ἄνυμφον, οἴ-κων ζεύξασ’ ἀπ’ Εὐρυτίωνδρομάδα Ναΐδ’ ὅπως τε Βάκ-χαν σὺν αἵματι, σὺν καπνῷφονίοις θ’ ὑμεναίοιςἈλκμήνας τόκῳ Κύπρις ἐξέδωκεν·ὦ τλάμων ὑμεναίων.ὦ Θήβας ἱερὸντεῖχος, ὦ στόμα Δίρκας, συνεί-ποιτ’ ἂν ἁ Κύπρις οἷον ἕρ-πει. βροντᾷ γὰρ ἀμφιπύρῳτοκάδα τὰν διγόνοιο Βάκ-