νοσοῦσα δ’ εὖ πως τὴν νόσον καταστρέφου.εἰσὶν δ’ ἐπῳδαὶ καὶ λόγοι θελκτήριοι·φανήσεταί τι τῆσδε φάρμακον νόσου.ἦ τἄρ’ ἂν ὀψέ γ’ ἄνδρες ἐξεύροιεν ἄν,εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν.Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτεραπρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ.ὁ δ’ αἶνος οὗτος δυσχερέστερος λόγωντῶν τῆσδε καὶ σοὶ μᾶλλον ἀλγίων κλύειν.τοῦτ’ ἔσθ’ ὃ θνητῶν εὖ πόλεις οἰκουμέναςδόμους τ’ ἀπόλλυσ’, οἱ καλοὶ λίαν λόγοι.οὐ γὰρ τὰ τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν,ἀλλ’ ἐξ ὅτου τις εὐκλεὴς γενήσεται.τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνωνδεῖ σ’, ἀλλὰ τἀνδρός. — ὡς τάχος διοιστέον,τὸν εὐθὺν ἐξειπόντας ἀμφὶ σοῦ λόγον.εἰ μὲν γὰρ ἦν σοι μὴ ’πὶ συμφοραῖς βίοςτοιαῖσδε, σώφρων δ’ οὖσ’ ἐτύγχανες γυνή,οὐκ ἄν ποτ’ εὐνῆς οὕνεχ’ ἡδονῆς τε σῆςπροσῆγον ἄν σε δεῦρο· νῦν δ’ ἀγὼν μέγαςσῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε.ὦ δεινὰ λέξασ’, οὐχὶ συγκλῄσεις στόμακαὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους;αἴσχρ’, ἀλλ’ ἀμείνω τῶν καλῶν τάδ’ ἐστί σοι.κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε,ἢ τοὔνομ’, ᾧ σὺ κατθανῇ γαυρουμένη.καὶ μή σε πρὸς θεῶν — εὖ λέγεις γάρ, αἰσχρὰ δέ —πέρα προβῇς τῶνδ’· ὡς ὑπείργασμαι μὲν εὖψυχὴν ἔρωτι, τᾀσχρὰ δ’ ἢν λέγῃς καλῶς,ἐς τοῦθ’ ὃ φεύγω νῦν ἀναλωθήσομαι.εἴ τοι δοκεῖ σοι, χρῆν μὲν οὔ σ’ ἁμαρτάνειν·εἰ δ’ οὖν, πιθοῦ μοι· δευτέρα γὰρ ἡ χάρις.ἔστιν κατ’ οἴκους φίλτρα μοι θελκτήριαἔρωτος, ἦλθε δ’ ἄρτι μοι γνώμης ἔσω,ἅ σ’ οὔτ’ ἐπ’ αἰσχροῖς οὔτ’ ἐπὶ βλάβῃ φρενῶνπαύσει νόσου τῆσδ’, ἢν σὺ μὴ γένῃ κακή.δεῖ δ’ ἐξ ἐκείνου δή τι τοῦ ποθουμένουσημεῖον, ἢ λόγον τιν’ ἢ πέπλων ἄπολαβεῖν, συνάψαι τ’ ἐκ δυοῖν μίαν χάριν.πότερα δὲ χριστὸν ἢ ποτὸν τὸ φάρμακον;