οὐ γὰρ περισσὸν οὐδὲν οὐδ’ ἔξω λόγουπέπονθας· ὀργαὶ δ’ ἐς σ’ ἀπέσκηψαν θεᾶς.ἐρᾷς· τί τοῦτο θαῦμα; σὺν πολλοῖς βροτῶν.κἄπειτ’ ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς;οὔ τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας,ὅσοι τε μέλλουσ’, εἰ θανεῖν αὐτοὺς χρεών·Κύπρις γὰρ οὐ φορητός, ἢν πολλὴ ῥυῇ·ἣ τὸν μὲν εἴκονθ’ ἡσυχῇ μετέρχεται,ὃν δ’ ἂν περισσὸν καὶ φρονοῦνθ’ εὕρῃ μέγα,τοῦτον λαβοῦσα — πῶς δοκεῖς; — καθύβρισεν.φοιτᾷ δ’ ἀν’ αἰθέρ’, ἔστι δ’ ἐν θαλασσίῳκλύδωνι Κύπρις, πάντα δ’ ἐκ ταύτης ἔφυ·ἥδ’ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσ’ ἔρονοὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν’ ἔγγονοι.ὅσοι μὲν οὖν γραφάς τε τῶν παλαιτέρωνἔχουσιν αὐτοί τ’ εἰσὶν ἐν μούσαις ἀεί,ἴσασι μὲν Ζεὺς ὥς ποτ’ ἠράσθη γάμωνΣεμέλης, ἴσασι δ’ ὡς ἀνήρπασέν ποτεἡ καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕωςἔρωτος εἵνεκ’· ἀλλ’ ὅμως ἐν οὐρανῷναίουσι κοὐ φεύγουσιν ἐκποδὼν θεούς,στέργουσι δ’, οἶμαι, ξυμφορᾷ νικώμενοι.σὺ δ’ οὐκ ἀνέξῃ; χρῆν σ’ ἐπὶ ῥητοῖς ἄραπατέρα φυτεύειν, ἢ ’πὶ δεσπόταις θεοῖςἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους.πόσους δοκεῖς δὴ κάρτ’ ἔχοντας εὖ φρενῶννοσοῦνθ’ ὁρῶντας λέκτρα μὴ δοκεῖν ὁρᾶν;πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσισυνεκκομίζειν Κύπριν; ἐν σοφοῖσι γὰρτάδ’ ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά.οὐδ’ ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς·οὐδὲ στέγην γὰρ ἧς κατηρεφεῖς δόμοικαλῶς ἀκριβώσειαν· ἐς δὲ τὴν τύχηνπεσοῦσ’ ὅσην σὺ πῶς ἂν ἐκνεῦσαι δοκεῖς;ἀλλ’, εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις,ἄνθρωπος οὖσα, κάρτα γ’ εὖ πράξειας ἄν.ἀλλ’, ὦ φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν,λῆξον δ’ ὑβρίζουσ’· οὐ γὰρ ἄλλο πλὴν ὕβριςτάδ’ ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν·τόλμα δ’ ἐρῶσα· θεὸς ἐβουλήθη τάδε.