αὐτὴ δ’ ὑφ’ αὑτῆς πλεῖστα κέκτηται κακά.τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειντῷ σωφρονεῖν νικῶσα προυνοησάμην.τρίτον δ’, ἐπειδὴ τοισίδ’ οὐκ ἐξήνυτονΚύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι,κράτιστον — οὐδεὶς ἀντερεῖ — βουλευμάτων.ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰμήτ’ αἰσχρὰ δρώσῃ μάρτυρας πολλοὺς ἔχειν.τὸ δ’ ἔργον ᾔδη τὴν νόσον τε δυσκλεᾶ,γυνή τε πρὸς τοῖσδ’ οὖσ’ ἐγίγνωσκον καλῶς,μίσημα πᾶσιν. ὡς ὄλοιτο παγκάκωςἥτις πρὸς ἄνδρας ἤρξατ’ αἰσχύνειν λέχηπρώτη θυραίους. ἐκ δὲ γενναίων δόμωντόδ’ ἦρξε θηλείαισι γίγνεσθαι κακόν.ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῇ,ἦ κάρτα δόξει τοῖς κακοῖς γ’ εἶναι καλά.μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις,λάθρᾳ δὲ τόλμας οὐ καλὰς κεκτημένας.αἳ πῶς ποτ’, ὦ δέσποινα ποντία Κύπρι,βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶνοὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτηντέραμνά τ’ οἴκων μή ποτε φθογγὴν ἀφῇ;ἡμᾶς γὰρ αὐτὸ τοῦτ’ ἀποκτείνει, φίλαι,ὡς μήποτ’ ἄνδρα τὸν ἐμὸν αἰσχύνασ’ ἁλῶ,μὴ παῖδας οὓς ἔτικτον· ἀλλ’ ἐλεύθεροιπαρρησίᾳ θάλλοντες οἰκοῖεν πόλινκλεινῶν Ἀθηνῶν, μητρὸς οὕνεκ’ εὐκλεεῖς.δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ,ὅταν ξυνειδῇ μητρὸς ἢ πατρὸς κακά.μόνον δὲ τοῦτό φασ’ ἁμιλλᾶσθαι βίῳ,γνώμην δικαίαν κἀγαθήν, ὅτῳ παρῇ.κακοὺς δὲ θνητῶν ἐξέφην’, ὅταν τύχῃ,προθεὶς κάτοπτρον ὥστε παρθένῳ νέᾳχρόνος· παρ’ οἷσι μήποτ’ ὀφθείην ἐγώ.φεῦ φεῦ· τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸνκαὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται.δέσποιν’, ἐμοί τοι συμφορὰ μὲν ἀρτίωςἡ σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον·νῦν δ’ ἐννοοῦμαι φαῦλος οὖσα· κἀν βροτοῖςαἱ δεύτεραί πως φροντίδες σοφώτεραι.