οἱ σώφρονες γὰρ οὐχ ἑκόντες, ἀλλ’ ὅμωςκακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ’ ἦν θεός,ἀλλ’ εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ,ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν.ἄιες ὤ, ἔκλυες ὤ,ἀνήκουστα τᾶςτυράννου πάθεα μέλεα θρεομένας;— ὀλοίμαν ἔγωγε, πρὶν σὰν φιλίανκατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ.— ὦ τάλαινα τῶνδ’ ἀλγέων·— ὦ πόνοι τρέφοντες βροτούς.— ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.— τίς σε παναμέριος ὅδε χρόνος μένει;— τελευτάσεταί τι καινὸν δόμοις.— ἄσημα δ’ οὐκέτ’ ἐστὶν οἷ φθίνει τύχαΚύπριδος, ὦ τάλαινα παῖ Κρησία.Τροζήνιαι γυναῖκες, αἳ τόδ’ ἔσχατονοἰκεῖτε χώρας Πελοπίας προνώπιον,ἤδη ποτ’ ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳθνητῶν ἐφρόντισ’ ᾗ διέφθαρται βίος.καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσινπράσσειν κάκιον· ἔστι γὰρ τό γ’ εὖ φρονεῖνπολλοῖσιν· ἀλλὰ τῇδ’ ἀθρητέον τόδε·τὰ χρήστ’ ἐπιστάμεσθα καὶ γιγνώσκομεν,οὐκ ἐκπονοῦμεν δ’, οἳ μὲν ἀργίας ὕπο,οἳ δ’ ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦἄλλην τιν’. εἰσὶ δ’ ἡδοναὶ πολλαὶ βίου,μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν,αἰδώς τε. δισσαὶ δ’ εἰσίν, ἣ μὲν οὐ κακή,ἣ δ’ ἄχθος οἴκων. εἰ δ’ ὁ καιρὸς ἦν σαφής,οὐκ ἂν δύ’ ἤστην ταὔτ’ ἔχοντε γράμματα.ταῦτ’ οὖν ἐπειδὴ τυγχάνω φρονοῦσ’ ἐγώ,οὐκ ἔσθ’ ὁποίῳ φαρμάκῳ διαφθερεῖνἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν.λέξω δὲ καὶ σοὶ τῆς ἐμῆς γνώμης ὁδόν·ἐπεί μ’ ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπωςκάλλιστ’ ἐνέγκαιμ’ αὐτόν. ἠρξάμην μὲν οὖνἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον.γλώσσῃ γὰρ οὐδὲν πιστόν, ἣ θυραῖα μὲνφρονήματ’ ἀνδρῶν νουθετεῖν ἐπίσταται,